TLG 0546 001 :: AELIANUS :: Tactica

AELIANUS Tact.
(A.D. 1–2)

Tactica

Source: Köchly, H., Rüstow, W. (eds.), Asclepiodotos’ Taktik. Aelianos’ Theorie der Taktik [Griechische Kriegsschriftsteller, vol. 2.1] Leipzig: Engelmann, 1855 (repr. Osnabrück: Biblio Verlag, 1969): 218–470.

Citation: Chapter — section — (line)

T

1

ΑΙΛΙΑΝΟΥ ΤΑΚΤΙΚΗ ΘΕΩΡΙΑ.

C

T

Κεφάλαια τοῦ βιβλίου.

C

1

Ὅτι Ὅμηρος πρῶτος περὶ τῆς ἐν τοῖς πολέμοις τακτικῆς θεωρίας ἔγραψεν.

C

2

Περὶ τῶν τὰ τακτικὰ συνταξάντων.

C

3

Ὅτι καὶ Πλάτων πάντων ἀναγκαιότατόν φησιν εἶναι τῶν μαθημάτων.

C

4

Ὅτι τῶν εἰς τοὺς πολέμους παρασκευῶν ἀθροιζομένων τὸ μέν ἐστι μάχιμον, τὸ δὲ διὰ τὰς τούτου χρείας γινόμε‐ νον ἄμαχον.

C

5

Ὅτι τοῦ μαχίμου τὸ μὲν ἐπὶ γῆς βεβηκὸς καὶ ἰδίως πεζικὸν λεγόμενον·

C

6

τὸ δὲ ἐπ’ ὀχημάτων, ὧν τὸ μὲν ἐφ’ ἵππων, τὸ δὲ ἐπ’ ἐλεφάντων· τοῦ δὲ ἐφ’ ἵππων τὸ μὲν ἐφ’ ἁρμάτων, τὸ δὲ ἐπ’ αὐτῶν ἵππων.

C

7

Ὅτι τῆς πεζικῆς συντάξεως εἴδη τρία· ὁπλιτῶν, πελταστῶν, ψιλῶν, καὶ περὶ ἑκάστου αὐτῶν.

C

8

Περὶ θυρεοφόρων ἱππέων καὶ ξυστοφόρων ἱππέων καὶ
Ταραντίνων ἱππέων.218

C

9

Ὅτι δύο διαφοραὶ Ταραντίνων ἱππέων, οἱ μὲν πόρρωθεν βαλλόντων δοράτια, οἱ δὲ ἐξ ἐναντίων μαχομένων.

C

10

Περὶ ἱπποτοξοτῶν.

C

11

Ὅτι τοῦ μαχομένου γένους ἐννέα διαφοραί· ὁπλιτῶν, πελταστῶν, ψιλῶν, ἱππέων δορατοφόρων, ἱππέων ἀκοντι‐ στῶν, ἱππέων τοξοτῶν, ἱππέων καταφράκτων, ἁρμάτων, ἐλεφάντων.

C

12

Ὅτι τὸ πρωτοστατοῦν ἐν τῇ τακτικῇ ἐστιν ἀσύντακτον πλῆθος παραλαβόντας συντάξαι.

C

13

Ὅτι μεγάλαι δυνάμεις ἀσύντακτοι ὑπὸ ὀλίγων συντεταγ‐ μένων κατελύθησαν.

C

14

Καὶ πῶς οἱ ἀρχαῖοι ὡρίσαντο τὴν τακτικὴν τέχνην.

C

15

Τί ἐστι καταλοχισμὸς καὶ τί λόχος.

C

16

Πόσων ἀνδρῶν οἱ ἀρχαῖοι τοὺς λόχους ἔταξαν, καὶ ποῖος αὐτῶν [ἀριθμὸς] πρὸς παράταξιν ἐπιτήδειος.

C

17

Ὅτι ὁ ἡγούμενος τοῦ λόχου λοχαγὸς καὶ ἡγεμὼν καὶ πρω‐ τοστάτης ὀνομάζεται.

C

18

Τί ἐστιν οὐραγὸς καὶ στίχος καὶ δεκανία καὶ ἐνωμοτία καὶ ἐνωμοτάρχης.

C

19

Τί ἐστι διμοιρία καὶ διμοιρίτης καὶ τί ἡμιλόχιον καὶ ἡμιλοχίτης.

C

20

Τί ἐστι πρωτοστάτης καὶ ἐπιστάτης.

C

21

Ὅτι τὸν λοχαγὸν καὶ τὸν οὐραγὸν διαφέρειν δεῖ τῶν ἄλ‐ λων, μετὰ δὲ τούτους τὸν ἡμιλοχίτην.

C

22

Τί ἐστι βάθος τῆς φάλαγγος.

C

23

Τί ἐστι ζυγεῖν καὶ τί στοιχεῖν.

C

24

Τί ἐστι δεξιὸν κέρας καὶ κεφαλὴ καὶ τί εὐώνυμον κέρας καὶ οὐρά.

C

25

Τί ἐστιν ὀμφαλὸς τῆς φάλαγγος καὶ στόμα καὶ ἀραρός.

C

26

Ὅτι κατὰ τὸ πλεῖστον μετὰ τὴν τῶν ὁπλιτῶν φάλαγγα ὀπίσω τάσσεται τὸ τῶν ψιλῶν καὶ ἔτι τούτων ὀπίσω τὸ
τῶν ἱππέων.220

C

27

Πόσον ὀφείλει εἶναι τὸ πλῆθος τῆς δυνάμεως καὶ πῶς πρὸς ἃς ἔχει τις δυνάμεις ὁριεῖ τὸν ἐπιτήδειον ἀριθμὸν πρὸς τὸ καλῶς συντετάχθαι.

C

28

Ὅτι δεῖ τοιοῦτον ἀριθμὸν ὁρίζειν τῆς φάλαγγος τὸν δυ‐ νάμενον ῥᾳδίως μετασχηματίζειν τὰς τάξεις πρὸς τὰς κατεπειγούσας χρείας, ἐάν τε τὸ μῆκος ἐκτεῖναι δέῃ, συ‐ στεῖλαι δὲ τὸ βάθος, ἢ τοὐναντίον.

C

29

Ὅτι οἱ πλείους τὸν ἀριθμὸν τῆς τῶν ὁπλιτῶν φάλαγγος μυρίων ἑξακισχιλίων τριακοσίων ὀγδοήκοντα τεσσάρων ἐποίησαν ἀπὸ μονάδος κατὰ διπλασιασμὸν ἐκβαίνοντα καὶ σύμμετρον ὄντα.

C

30

Ὅτι ἥμισυν τούτου [τὸν] τῶν ψιλῶν, ἔτι δὲ τούτου ἥμισυν τὸν τῶν ἱππέων καὶ διὰ τί.

C

31

Τί ἐστι διλοχία καὶ πόσων ἀνδρῶν καὶ τίς ὁ διλοχίτης.

C

32

Τί τετραρχία καὶ τίς ὁ τετράρχης καὶ ὁπόσων ἀνδρῶν.

C

33

Τί ἐστι σύνταγμα καὶ πόσων ἀνδρῶν καὶ τίς ὁ συνταγματ‐ άρχης.

C

34

Τί ἐστι ξεναγία καὶ τίς ὁ ξεναγός.

C

35

Ὅτι καθ’ ἕκαστον σύνταγμα ἔκτακτοι ἄνδρες εἰσὶ πέντε· σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης, στρατοκῆρυξ.

C

36

Τίς ὁ πεντακοσιάρχης.

C

37

Τίς ὁ χιλίαρχος.

C

38

Τίς ἡ μεραρχία καὶ ὁ μεράρχης, τί τέλος καὶ τίς τε‐ λάρχης.

C

39

Τίς ἡ φαλαγγαρχία καὶ ὁ φαλαγγάρχης.

C

40

Τί ἐστι στρατηγία καὶ τίς ὁ στρατηγός.

C

41

Τί ἐστι διφαλαγγαρχία.222

C

42

Πόσοι ἡγεμόνες ἐν τῇ φάλαγγι. πῶς δεῖ τετάχθαι τοὺς φαλαγγάρχας καὶ πῶς τοὺς μεράρχας καὶ τετράρχας καὶ διὰ τί.

C

43

Πῶς δεῖ τοὺς ἡγεμόνας τετάχθαι τῶν συνταγμάτων.

C

44

Πόσον τόπον κατέχει ὁ ὁπλίτης τεταγμένος.

C

45

Τί ἐστι πύκνωσις.

C

46

Τί ἐστι συνασπισμός.

C

47

Τίνος ἕνεκα ἡ πύκνωσις γίνεται καὶ τίνος ἕνεκα [ὁ] συν‐ ασπισμός.

C

48

Πόσους σταδίους κατὰ μῆκος ἡ φάλαγξ κατέχει τεταγμένη καὶ πόσους πεπυκνωμένη καὶ πόσους συνησπικυῖα.

C

49

Πῶς δεῖ καθοπλίζεσθαι τοὺς ὁπλίτας, καὶ μέτρα τῶν ὅπλων καὶ δοράτων.

C

50

Ὅτι δεῖ τὸ πρῶτον ζυγὸν ἀρίστων ἀνδρῶν εἶναι καὶ στο‐ μώματος τάξιν ἐπέχειν.

C

51

Ὅτι καὶ τὸ δεύτερον ζυγὸν καὶ αὐτὸ τῶν ἐνδεχομένων ἀρίστων εἶναι δεῖ.

C

52

Ὅτι τὸ τρίτον ζυγὸν καὶ τὰ ἐφεξῆς προσλεκτέον ἐκ τοῦ τῇ δυνάμει ὑποβεβηκέναι.

C

53

Ὡς ἡ Μακεδονικὴ φάλαγξ ἐν τούτοις παρετάσσετο.

C

54

Τί παρέχει ὁ οὐραγός.

C

55

Περὶ τῶν ψιλῶν· πῶς αὐτοὺς δεῖ τετάχθαι.

C

56

Ὅτι χιλίους εἴκοσι τέσσαρας λόχους τῶν ψιλῶν δεῖ τετά‐ χθαι καὶ τῶν ἱππέων.

C

57

Τί καλεῖται ἐν τοῖς ψιλοῖς σύστασις καὶ πεντηκονταρχία καὶ τί ἑκατονταρχία.

C

58

Ὅτι καθ’ ἑκάστην ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες τάσ‐ σονται πέντε· σημειοφόρος, οὐραγός, σαλπιγκτής, ὑπηρέτης,
στρατοκῆρυξ.224

C

59

Τί καλεῖται ψιλαγία καὶ ξεναγία καὶ σύστρεμμα.

C

60

Τί καλεῖται ἐπιξεναγία καὶ στῖφος καὶ ἐπίταγμα.

C

61

Ὅτι ἐκτάκτους ἔχει ἡ τῶν ψιλῶν δύναμις ἄνδρας η, τέσσα‐ ρας μὲν ἐπιξεναγούς, τέσσαρας δὲ συστρεμματάρχας.

C

62

Περὶ τῆς εὐχρηστίας τῶν ἀκροβολιστῶν.

C

63

Πόσα εἴδη τῆς ἱππικῆς συντάξεως τοῖς ἀρχαίοις ἐπενοήθη.

C

64

Ὅτι ταῖς ῥομβοειδέσι πρῶτοι Θεσσαλοὶ ἐχρήσαντο Ἰάσονος ὑφηγησαμένου, καὶ διὰ τί ταύτας προέκριναν· καὶ εἰς τίνα μέρη τοῦ ῥόμβου τοὺς ἀρίστους τῶν ἱππέων καὶ τοὺς ἡγε‐ μόνας δεῖ τάσσειν.

C

65

Ὅτι ταῖς ἐμβολοειδέσι Σκύθαι ἐχρήσαντο καὶ Θρᾷκες καὶ Μακεδόνες καὶ Φίλιππος καὶ διὰ τί.

C

66

Ὅτι ταῖς τετραγώνοις εἴλαις Πέρσαι καὶ Σικελοὶ καὶ τῶν Ἑλλήνων οἱ πλεῖστοι ἐχρήσαντο καὶ διὰ τί.

C

67

Ὅτι αἱ σχήματι τετράγωνοι εἶλαι τῷ ἀριθμῷ ἑτερομή‐ κεις εἰσίν.

C

68

Ὅτι ὁ τετράγωνος ἀριθμὸς τῶν ἱπποτῶν ἑτερόμηκες τὸ σχῆμα τῆς εἴλης ποιεῖ.

C

69

Πῶς τῶν ῥομβοειδῶν εἰλῶν αἱ μὲν στοιχοῦσι καὶ ζυγοῦ‐ σιν, αἱ δὲ ζυγοῦσι μὲν οὐ στοιχοῦσι δέ, αἱ δὲ στοιχοῦσι μὲν οὐ ζυγοῦσι δέ, αἱ δὲ οὔτε ζυγοῦσιν οὔτε στοιχοῦσιν.

C

70

Ὅτι τὸ ἥμισυ τοῦ ῥόμβου ἔμβολον καλεῖται.

C

71

Ὅτι Πολύβιος Μεγαλοπολίτης τὴν εἴλην ἔταξεν ἐξ ἱππέων ξδ μήτε ζυγούντων μήτε στοιχούντων· καὶ διὰ τί τῶν ἱππέων ἡ μὲν ἐπὶ τὰ δεξιὰ κλίσις ἐπὶ δόρυ, ἡ δὲ ἐπὶ τὰ εὐώνυμα ἐφ’ ἡνία καλεῖται.

C

72

Ὅτι αἱ εἶλαι ποτὲ μὲν πρὸ τῆς φάλαγγος τάσσονται, ποτὲ δὲ ἐκ δεξιῶν καὶ εὐωνύμων, ποτὲ δὲ ὀπίσω τῶν ψιλῶν.

C

73

Ὅτι αἱ πᾶσαι εἶλαι ξδ εἰσὶν ἐξ ἱππέων ξδ.

C

74

Τί ἐστιν ἐπειλαρχία καὶ Ταρανταρχία καὶ ἱππαρχία καὶ
ἐφιππαρχία καὶ τέλος καὶ ἐπίταγμα.226

C

75

Περὶ συντάξεως ἐλεφάντων καὶ δρεπανηφόρων, καὶ τίνες ὀνομασίαι αὐτῶν γεγόνασιν αἱ περὶ ἐλεφάντων.

C

76

Περὶ τῶν ὀνομάτων, οἷς χρώμενοι οἱ τακτικοὶ τὰ παραγ‐ γέλματα πρὸς τὸν πόλεμον χρειώδη σημαίνουσιν.

C

77

Τί ἐστι κλίσις ἐπὶ δόρυ καὶ τί ἐπ’ ἀσπίδα, καὶ διὰ ποίαν χρείαν τοῦτο γίνεται.

C

78

Τί ἐστι μεταβολὴ καὶ τί ἐπὶ δόρυ μεταβολὴ καὶ τί ἐπ’ ἀσπίδα.

C

79

Τίς ἡ ἀπὸ τῶν πολεμίων μεταβολὴ καὶ τίς ἡ ἐπὶ τοὺς πολεμίους, καὶ διὰ ποίαν χρείαν γίνεται.

C

80

Τίς ἐστιν ἐπιστροφὴ καὶ διὰ τί γίνεται.

C

81

Τί ἐστιν ἀναστροφή.

C

82

Τίς ἐστι περισπασμὸς καὶ τί ἐκπερισπασμός.

C

83

Τί ἐστι στοιχεῖν.

C

84

Τί ἐστι ζυγεῖν.

C

85

Τί ἐστιν εἰς ὀρθὸν ἀποδοῦναι.

C

86

Ὅτι δύο γένη ἐξελιγμῶν, τὸ μὲν κατὰ λόχους, τὸ δὲ κατὰ ζυγά· καὶ ὅτι ἑκάστου γένους ἐξελιγμῶν εἴδη γ, ὁ μὲν Μακεδονικός, ὁ δὲ Λακωνικός, ὁ δὲ Κρητικὸς ἢ χόριος ἢ Περσικός.

C

87

Πῶς ἐν τοῖς λόχοις γίνεται ὁ Μακεδονικὸς ἐξελιγμός, καὶ εἰς τί χρειώδης· καὶ ὁμοίως ὁ Λάκων καὶ Κρητικός.

C

88

Πῶς οἱ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, καὶ εἰς τί χρειώδεις.

C

89

Ὅτι διπλασιασμῶν γένη δύο ἢ κατὰ ζυγὰ ἢ κατὰ στίχον, καὶ ὅτι ὁ διπλασιασμὸς ἢ ἀριθμῷ γίνεται ἢ τῷ τόπῳ, καὶ πρὸς τί ἕκαστον εὔχρηστον καὶ πῶς ἕκαστον γίνεται.

C

90

Τί ἐστι πλαγία φάλαγξ καὶ τί ὀρθία.

C

91

Τί ἐστι λοξὴ φάλαγξ.

C

92

Τί ἐστι παρεμβολή.228

C

93

Τί ἐστι πρόσταξις.

C

94

Τί ἐστιν ἔνταξις.

C

95

Τί ἐστιν ὑπόταξις.

C

96

Πῶς τὰ συντάγματα ἐπὶ δόρυ ἐπιστρέφεται καὶ πῶς ἀπο‐ καθίσταται.

C

97

Πῶς ἐπ’ ἀσπίδα ἐπιστρέφεται τὰ συντάγματα καὶ πῶς ἀποκαθίσταται.

C

98

Πῶς ἐπὶ δόρυ περισπᾶται τὰ συντάγματα καὶ πῶς ἀπο‐ καθίσταται, καὶ πῶς ὁμοίως ἐπ’ ἀσπίδα.

C

99

Πῶς ἐπὶ τὸ δεξιὸν κέρας ἡ φάλαγξ πυκνοῦται καὶ πῶς ἀποκαθίσταται.

C

100

Πῶς ἐπὶ τὸ εὐώνυμον κέρας πυκνοῦται ἡ φάλαγξ καὶ πῶς ἀποκαθίσταται.

C

101

Πῶς ἐπὶ μέσην τὴν φάλαγγα πύκνωσις γίνεται καὶ πῶς ἀποκαθίσταται.

C

102

Ὅτι τὰ εἰρημένα παραγγέλματα ἀναγκαῖά ἐστι πρὸς τὰς αἰφνιδίους ἐφόδους πολεμίων.

C

103

Ὅτι Μακεδόνων τὸν ἐξελιγμὸν τὸν Μακεδονικὸν εὑρόν‐ των Φίλιππος καὶ Ἀλέξανδρος ἐν ταῖς παρατάξεσι τῷ Λα‐ κωνικῷ ἐχρῶντο καὶ διά τί.

C

104

Ὅτι τὰς δυνάμεις ἐθίζειν δεῖ τοῖς παραγγέλμασι χρῆσθαι ἢ διὰ σημείων ἢ διὰ φωνῆς ἢ διὰ σάλπιγγος.

C

105

Περὶ πορειῶν καὶ ἐπαγωγῆς καὶ παραγωγῆς καὶ δεξιᾶς παραγωγῆς καὶ εὐωνύμου παραγωγῆς.

C

106

Τί ἐστι φάλαγξ ἀμφίστομος.

C

107

Καὶ ἐν πορείαις πῶς λέγεται διφαλαγγία ἀμφίστομος καὶ ἀντίστομος καὶ ἑτερόστομος καὶ ὁμοιόστομος.

C

108

Πῶς ἡ φάλαγξ ἔμβολον γίνεται καὶ πῶς κοιλέμβολον.230

C

109

Πῶς ἡ φάλαγξ πλαίσιον γίνεται, πῶς πλινθίον.

C

110

Τί ἐστιν ὑπερφαλάγγησις καὶ τί ὑπερκέρασις.

C

111

Τί ἐστι λεπτυσμός.

C

112

Ὅτι πέντε τρόποι τῆς τῶν σκευοφόρων ἀγωγῆς, καὶ πότε δεῖ ἑκάστῳ τρόπῳ χρῆσθαι.

C

113

Περὶ τῶν ἐξοπλισίας παραγγελμάτων, καὶ πῶς δεῖ μὴ ἀμ‐ φίβολα αὐτὰ εἶναι.

A

1

[Πᾶσα δύναμις τῶν ὅπλων ἤτοι πρὸς τὴν ἐκ χειρὸς μά‐ χην ἐπιτηδεία ἐστὶν ἢ πρὸς τὴν ἐκ διαστήματος· ἐκ χειρὸς μέν, ὡς ἡ ὁπλιτικὴ πᾶσα καὶ ἡ δορατοφόρος ἐν ἱππικῇ, ἐκ

A

2

διαστήματος δέ, ὡς ἡ τοξικὴ καὶ ἀκοντιστική. καὶ τούτων ἑκάστη ἤτοι ταχεῖα ἢ βραδεῖα· καὶ ταχεῖα ἤτοι καθ’ αὑτὴν ἢ κατὰ συμβεβηκός· καθ’ ἑαυτὴν μέν, ὡς ἡ ἱππικὴ πάσης, κατὰ συμβεβηκὸς δέ, ὡς ἡ ψιλὴ τῆς ἄλλης πεζῆς ἐν τοῖς
5ὀρεινοῖς τε καὶ τραχέσι. καὶ ἔσονται τούτων ἀντιθέσεις πρὸς ἀλλήλας τριάκοντα.

A

3

Πᾶσα μάχη κρίνεται ἢ παρὰ τὰς δυνάμεις τῷ τοῖς μὲν ὁπλιτικὴν ἢ ἱππικὴν εἶναι, [τοῖς δὲ μή,] ἢ παρὰ τὸ πλῆθος τῶν δυνάμεων τῷ τοὺς μὲν μυρίους, τοὺς δὲ χιλίους εἶναι, ἢ παρὰ τὴν εὐψυχίαν τῶν ἀνδρῶν, ἢ παρὰ τὴν τῶν σωμά‐
5των ῥώμην, ἢ παρὰ τὴν τεχνικὴν ἄσκησιν, ἢ παρὰ τὴν τάξιν τῷ τοὺς μὲν καλῶς συντετάχθαι, τοὺς δὲ μή, ἢ παρὰ τοὺς τόπους, ἢ παρὰ τοὺς καιρούς.

A

4

Τῶν νεῶν αἱ μέν εἰσι ταχεῖαι, αἱ δὲ στρατιώτιδες, αἱ δὲ
ἱππαγωγοί, αἱ δὲ στοργγύλαι. τῶν δὲ ταχέων αἱ μὲν μονό‐ κροτοι, αἱ δὲ δίκροτοι, αἱ δὲ τρίκροτοι καὶ ἄχρις ἑξκαιδεκα‐ κρότων, αἳ παρεγένοντο εἰς τὴν ναυμαχίαν τὴν Ἀντωνίου232
5καὶ Καίσαρος Αὐγούστου μετὰ Κλεοπάτρας ἐξ Αἰγύπτου.

A

5

Ἡ τριακόντορος καὶ τεσσαρακόντορος καὶ πεντηκόντορος λέγε‐ ται κατὰ τὸ πλῆθος τῶν κωπῶν· ἡ μονήρης καὶ διήρης καὶ τριήρης καὶ ἐφεξῆς κατὰ τοὺς στίχους τοὺς κατὰ τὸ ὕψος ἐπαλλήλους.

A

6

Ἄλλο πόλεμος, ἄλλο μάχη· πόλεμος μὲν ἡ πᾶσα διέξο‐ δος τῶν ἀγώνων εἰς ἓν τελευτῶσα τέλος, μάχη δὲ ἡ ἐν ἑνὶ
τόπῳ καὶ καιρῷ γινομένη συμπλοκὴ τῶν σωμάτων.]234

P

T

ΠΡΟΟΙΜΙΟΝ.

P

1

Τὴν παρὰ τοῖς Ἕλλησι τακτικὴν θεωρίαν ἀπὸ τῶν Ὁμή‐ ρου χρόνων τὴν ἀρχὴν λαβοῦσαν, αὐτόκρατορ Καῖσαρ υἱὲ θεοῦ Τραϊανὲ σεβαστέ, πολλοὶ τῶν πρὸ ἡμῶν συνέγραψαν οὐκ ἔχοντες, ἣν ἡμεῖς ἐν τοῖς μαθήμασιν ἐπιστεύθημεν ἕξιν
5ἔχειν. Ἐμαυτὸν δὲ πείθων ἠβουλήθην ταύτην συντάξαι τὴν θεωρίαν, ὅτι τοῖς ἡμετέροις οἱ μεθ’ ἡμᾶς πρὸ τῶν ἀρχαιο‐

P

2

τέρων προσέξουσι συγγράμμασιν. Τῆς δὲ παρὰ Ῥωμαίοις περὶ τὸ μέρος τοῦτο δυνάμεως καὶ ἐμπειρίας οὐκ ἔχων γνῶσιν—δεῖ γὰρ ὁμολογεῖν τἀληθῆ—ὄκνῳ κατειχόμην περὶ τὸ συγγράφειν καὶ παραδιδόναι τὸ μάθημα τοῦτο,
5ὡς ἀπημαυρωμένον καὶ τάχα μηδὲν ἔτι χρήσιμον τῷ βίῳ

P

3

μετὰ τὴν ἐφευρεθεῖσαν ὑφ’ ὑμῶν διδασκαλίαν. Ἐπεὶ δὲ ἐπὶ τοῦ θεοῦ πατρός σου Νέρουας παρὰ Φροτίνῳ τῷ ἐπι‐ σήμῳ ὑπατικῷ ἐν Φορμίαις ἡμέρας τινὰς διέτριψα δόξαν ἀπενεγκαμένῳ περὶ τὴν ἐν τοῖς πολέμοις ἐμπειρίαν, συμ‐
5βαλών τ’ ἀνδρὶ εὗρον οὐκ ἐλάττονα σπουδὴν ἔχοντα εἰς τὴν παρὰ τοῖς Ἕλλησι τεθεωρημένην μάθησιν, ἠρξάμην οὐκέτι περιφρονεῖν τῆς τῶν τακτικῶν συγγραφῆς, οὐκ ἂν ἐσπου‐ δάσθαι παρὰ Φροντίνῳ δοκῶν αὐτήν, εἴπερ τι χεῖρον ἐδό‐ κει τῆς Ῥωμαϊκῆς διατάξεως περιέχειν.236

P

4

Πεποιηκὼς οὖν πώποτε συγγράμματος διατύπωσιν, μήπω δὲ πρὸς ἔκδοσιν ἑτοίμην ἔχων, διὰ τὴν σὴν ἀνυπέρ‐ βλητον, αὐτόκρατορ, ἀνδρείαν τε καὶ ἐμπειρίαν, δι’ ὧν πάν‐ τας ἁπλῶς τοὺς πώποτε γενομένους κατὰ πόλεμον στρατη‐
5γοὺς ὑπερβάλλεις, παρωρμήθην τελειῶσαι τὴν πραγματείαν καλὴν σφόδρα καὶ τοῖς ἐσπουδακόσι περὶ ταύτην τὴν θεω‐ ρίαν παραγκωνίσασθαι δυναμένην τὰ τῶν ἀρχαίων Ἑλλήνων

P

5

συντάγματα. σαφηνείας τε γὰρ ἕνεκα διαβεβαιούμενος λέγω τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ ἔνθεν μᾶλλον ἢ παρὰ τῶν πρεσβυτέρων στοιχειωθήσεσθαι καὶ τοῦ κατὰ τάξιν ἕκαστα δεδηλῶσθαι.

P

6

Οὐκ ἐθάρσησα μέντοι πέμψαι σοι τὸ σύγγραμμα τηλι‐ κούτων πολέμων στρατηγῷ, μή πως εὐτελέστερα φανῇ τὰ δι’ ἡμῶν ὑφηγούμενα, ἂν ταῖς σαῖς ἐπινοίαις αὐτὰ παραβάλῃς· ἐὰν δὲ ὡς Ἑλληνικὴν θεωρίαν καὶ γλαφυρὰν ἱστορίαν, ἐν
5ᾗ καὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου τὴν ἐν ταῖς παρατάξεσιν ἐπιβολὴν θεωρήσεις, ψυχαγωγίαν παρέξει σοι τὸ σύγγραμμα.

P

7

διὰ μέντοι τὰς ἀσχολίας προέγραψα τὰ κεφάλαια τῶν ἀπο‐ δεικνυμένων, ἵνα πρὸ τῆς ἀναγνώσεως τοῦ βιβλίου τὸ ἐπ‐ άγγελμα τοῦ συγγράμματος δι’ ὀλίγων κατανοήσῃς καὶ οὓς ἂν ἐπιζητήσῃς ἀναγνωσθῆναι τόπους ῥᾳδίως εὑρίσκων τοὺς
5χρόνους μὴ τρίβῃς.238

1

.

1

Πρῶτος μὲν ὧν ἴσμεν δοκεῖ τὴν τακτικὴν θεω‐ ρίαν Ὅμηρος ἐπεγνωκέναι θαυ‐ μάζειν τε τοὺς ἐπιστήμονας
5αὐτῆς, ὥσπερ Μενεσθέα· „τῷ δ’ οὔπω τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέ‐ ρας ἀσπιδιώτας.“

1

.

2

καὶ περὶ τῆς καθ’ Ὅμη‐ ρον τακτικῆς ἐνετύχομεν συγ‐ γραφεῦσι Στρατοκλεῖ καὶ Ἑρ‐ μείᾳ καὶ Φρόντωνι τῷ καθ’
5ἡμᾶς ἀνδρὶ ὑπατικῷ. ἐξειργά‐ σαντο δὲ τὴν θεωρίαν Αἰνείας τε διὰ πλειόνων ὁ καὶ στρα‐ τηγικὰ βιβλία ἱκανὰ συνταξά‐ μενος, ὧν ἐπιτομὴν ὁ Θετταλὸς
10Κινέας ἐποίησε, Πύρρος τε ὁ Ἠπειρώτης τακτικὰ συνέταξε καὶ Ἀλέξανδρος ὁ τούτου υἱὸς
καὶ Κλέαρχος· ἔτι δὲ Παυ‐ σανίας Εὐάγγελός τε καὶ240
15Πολύβιος ὁ Μεγαλοπολίτης ἀνὴρ πολυμαθὴς Σκιπίωνι συγγενόμενος, Εὐπόλε‐ μός τε καὶ Ἰφικράτης· ὁ δὲ στωικὸς Ποσειδώ‐
20νιος καὶ τέχνην τακτι‐ κὴν ἔγραψεν, ἄλλοι τε πλείονες, οἱ μὲν εἰσαγωγάς, ὡς Βρύων, οἱ δὲ καὶ τοπικὰς πραγματείας ἐξέδωκαν· οἷς
25πᾶσιν ἐγκυρήσας ἀπειρόκαλον ἡγοῦμαι πάντων μεμνῆσθαι.

1

.

3

Ἐπέγνων δέ, ὡς ἔπος εἰπεῖν, [πάντας] τοὺς συγ‐ γραφεῖς ὡς εἰδόσι τὰ πράγματα τοῖς ἀνθρώποις
5συντεταχότας.242

1

.

4

Ὅπερ οὖν αὐτοὶ πρῶτον ἐφιέμενοι τῆς γνώσεως τοῦ πράγματος ἐπάθομεν, μήτε τοὺς ὑφηγησομένους εὑρίσκον‐
5τες, μήτε ἀποχρώντως πρὸς παράδοσιν ὑπολαμβάνοντες τὰς τῶν πρὸ ἡμῶν ἐκδόσεις ἔχειν, πειρασόμεθα καθ’ ὅσον οἷόν τέ ἐστι μὴ ἄλλους τὸ
10αὐτὸ παθεῖν ποιῆσαι.

1

.

5

ὁσάκις δ’ ἄν μοι ὁ λόγος ἐξασθενήσῃ ἐναργῶς παραστῆσαί τι τῶν θεωρημάτων, ἐπίκουρον παρα‐
5λήψομαι ἐπὶ καταγραφῆς τὴν τῶν σχημάτων διατύπωσιν, ἵνα τὴν ὄψιν τῇ νοήσει συλλή‐ πτορα παράσχω.

1

.

6

αὐταῖς μέντοι πειράσομαι ταῖς τῶν ἀρχαίων χρῆσθαι [περὶ] ἑκάστου
λέξεσιν, ἵνα καὶ τοῖς ὀνό‐244
5μασι καὶ τῇ συνηθείᾳ τῶν πολλάκις παρ’ αὐτῶν λεγομέ‐ νων ὀνομάτων συγγυμνα‐ σθέντες οἱ τῇδε τῇ γραφῇ καθάπερ εἰσαγωγῇ προσέχον‐
10τες ἐν ἔθει γένωνται τοῖς εἰρημένοις ὀνόμασι παρὰ τοῖς τακτικὰ συντάξασι καὶ μὴ ξε‐ νίζωνται, ὅταν ἐκείνοις ἐντυγ‐ χάνωσιν· οἶμαι δὲ τὸν ἅπαξ
15εἰσαχθέντα ταῖς ὑφ’ ἡμῶν παραδεδομέναις ὁδοῖς εὐμαρῶς καὶ τὰ τῶν πρεσβυτέρων κατανοήσειν.

1

.

7

Ὅτι μέντοι τὸ μάθημα τοῦτο πάν‐ των ἐστὶ χρειωδέστατον, λάβοι τις ἂν ἐξ ὧν ὁ Πλάτων ἐν
5τοῖς νόμοις φησί· τὸν γὰρ τῶν Κρητῶν νομοθέτην τοὺς νόμους τεθεῖσθαι ὥσπερ εἰς πόλεμον ἀεὶ τῶν ἀνθρώπων παρεσκευασμένων· εἶναι γὰρ
10φύσει πάσαις ταῖς πόλεσι πρὸς ἁπάσας πόλεμον ἀκήρυκτον· πῶς οὖν ἄλλο τις ἡγήσεται
προὐργιαίτερον μάθημα ἢ τῷ βίῳ μᾶλλον χρειωδέστερον246
15τούτου;

2

.

1

Λεκτέον δέ μοι πρῶτον περὶ τῶν εἰς τοὺς πολέμους τελειῶν παρα‐ σκευῶν. διτταὶ δ’ εἰσὶ τού‐
5των δυνάμεις, ἡ μὲν πεζική, ἡ δὲ ναυτική· καὶ πεζικὴ μὲν ἡ τῶν ἐπὶ γῆς μαχομέ‐ νων, ναυτικὴ δὲ ἡ τῶν κατὰ θάλασσαν ἢ ποταμοὺς ἐν
10ναυσὶ παρατασσομένων. καὶ περὶ μὲν τῶν ἐν ταῖς ναυμα‐ χίαις συντάξεων ὕστερον ἐροῦ‐ μεν, τὰ δὲ πρὸς τὴν πεζικὴν στρατείαν συντείνοντα νῦν
15ἀφηγησόμεθα.

2

.

2

τῶν ἐπὶ τοὺς πολέμους τοίνυν ἀθροι‐ ζομένων τὸ πλῆθος τὸ μέν ἐστι μάχιμον, τὸ δὲ
5κατὰ τὰς τούτου χρείας συν‐ ερχόμενον ἄμαχον· καὶ μά‐ χιμον μὲν τὸ παρατασσό‐ μενον ἐν τοῖς ἀγῶσι καὶ δι’ ὅπλων ἀμυνόμενον τοὺς πο‐
10λεμίους, ἄμαχον δὲ τὸ λοι‐ πόν, οἷον ἰατρῶν, ἀγοραί‐ ων, δούλων καὶ ἄλλων, ὅσοι
διὰ τὰς ὑπηρεσίας ἐπακο‐ λουθοῦσιν.248

2

.

3

τοῦ δὲ μαχίμου τὸ μέν ἐστι πε‐ ζικόν, τὸ δὲ ἐπ’ ὀχημάτων· τὸ μὲν ἰδίως πεζὸν τὸ ἐπὶ
5γῆς βεβηκός, τοῦ δὲ ἐπὶ τῶν ὀχημάτων τὸ μὲν ἐφ’ ἵππων φέρεται, τὸ δὲ ἐπ’ ἐλεφάν‐ των.

2

.

4

τοῦ δὲ ἐφ’ ἵππων τὸ μὲν ἐφ’ ἁρμάτων, τὸ δὲ ἐπ’
αὐτῶν ἵδρυται τῶν ἵππων.250

2

.

6

καὶ τῷ μὲν γένει τοσαῦ‐ ται γίνονται διαφοραί· τοῖς δὲ εἴδεσιν ἡ πεζικὴ διακό‐ σμησις πολυμερής ἐστι καὶ
5ἡ ἱππική· ἡ γὰρ τῶν ἐλε‐ φάντων μονοειδής ἐστι καὶ ἡ τῶν ἁρμάτων.252

2

.

7

Ἡ μὲν οὖν πεζικὴ σύνταξις τριχῇ διῄρηται· ἡ μὲν γάρ ἐστιν ὁπλιτῶν, ἡ δὲ πελταστῶν, τρίτη δὲ
5ψιλῶν. καὶ τὸ μὲν τῶν ὁπλιτῶν βαρυτάτῃ παρὰ πάντας τοὺς πεζοὺς κέχρη‐ ται καθοπλίσει κατὰ τὸν Μακεδονικὸν τρόπον, ἀ‐
10σπίσι περιφερέσι καὶ δό‐ ρασι περιμηκεστέροις·

2

.

8

τὸ δὲ τῶν ψιλῶν πάντων κου‐ φοτάτῃ κέχρηται παρασκευῇ, μήτε θώρακας ἔχον, μήτε
5προκνημῖδας, μήτε θυ‐ ρεοὺς ἢ ἀσπίδας βαρείας, ἀλλὰ τοῖς ἑκηβόλοις χρώ‐ μενον τοξεύμασιν ἢ ἀ‐ κοντίοις, ἢ λίθοις ἐκ
10σφενδόνης ἢ ἐκ χειρός. εἰς τοῦτο δὲ τὸ γένος καὶ τὸ ἀπὸ ξύλου ὅπλον κατατάττεται καὶ στολὰς ἀντὶ θώρακος.

2

.

9

τὸ δὲ τῶν πελταστῶν καὶ αὐτὸ μὲν ἔχει τὸν ὁπλι‐ σμὸν ἐμφερῆ τῇ Μακεδονι‐ κῇ διασκευῇ, κουφότερον254
5δὲ ἐκείνης τὸν καθοπλισμόν· ἥ τε γὰρ πέλτη μικρόν ἐστι καὶ ἐλαφρὸν ὅπλον καὶ τὰ δόρατα πολὺ τῶν σαρισῶν μεγέθει λειπό‐
10μενα· δοκεῖ δ’ ἡ τούτων ὅπλισις μέσην ἔχειν τάξιν τῶν ψιλῶν καὶ τῶν ἰδίως λε‐ γομένων ὁπλιτῶν, βαρυτέρα μὲν οὖσα τῶν ψιλῶν, κου‐
15φοτέρα δὲ τῶν ὁπλιτῶν· διὸ καὶ οἱ πλείους καὶ τούτους μετὰ τῶν ψιλῶν συντάττουσιν.

2

.

11

Τῆς δ’ ἱππικῆς δυνάμεως, ἣν ἐχωρίσαμεν ἀπὸ τῆς τῶν ἁρμάτων, ἐν ταῖς εἴλαις κατατασσομένης ἡ μέν
5ἐστι κατάφρακτος, ἡ δ’ οὐ κατάφρακτος· κατά‐
φρακτος μὲν ἡ τούς τε ἵππους καὶ τοὺς ἄνδρας θώραξι πάντοθεν σκέ‐256
10πουσα·

2

.

12

τῶν δὲ μὴ καταφράκτων οἱ μέν εἰσι δορατοφό‐ ροι, οἱ δὲ ἀκροβολισταί· δορατοφόροι μὲν οὖν
5εἰσιν οἱ ἀπὸ τῶν ἵππων τοῖς πολεμίοις συμπλεκό‐ μενοι καὶ πλησίον δόρασι μαχόμενοι· τούτων δὲ οἱ μὲν καὶ θυρεοὺς ἔχου‐
10σι καὶ καλοῦνται θυ‐
ρεοφόροι, οἱ δὲ χωρὶς θυρεῶν αὐτὸ μόνον δό‐ ρασι μάχονται, οἳ καὶ ἰδίως δορατοφόροι κα‐258
15λοῦνται, ὑπ’ ἐνίων δὲ ξυ‐ στοφόροι.

2

.

13

ἀκροβολισταὶ δὲ τῶν ἱππέων λέγονται οἱ πόρ‐ ρωθεν βάλλοντες· τούτων δὲ οἱ μὲν δορατίοις
5χρῶνται, οἱ δὲ τόξοις· καὶ δορατίοις μὲν οἱ κα‐ λούμενοι Ταραντῖνοι· τῶν δὲ Ταραντίνων δύο εἰσὶ διαφοραί· οἱ μὲν
10γὰρ τοῖς δορατίοις πόρρω‐ θεν βάλλοντες ἱππακοντι‐ σταὶ καλοῦνται καὶ ἰδίως Ταραντῖνοι λεγόμενοι· τινὲς
δὲ τῶν Ταραντίνων ἐλαφροῖς260
15δορατίοις χρῶνται, ἃ ἅπαξ ποτὲ ἢ δὶς προεξακοντί‐ σαντες τὸ λοιπὸν συμ‐ πλέκονται τοῖς πολεμί‐ οις ἐγγύθεν ἀπομαχό‐
20μενοι παραπλησίως τοῖς προει‐ ρημένοις δορατοφόροις· οὗτοι δὲ καλοῦνται ἐλαφροί. οἱ δὲ τῶν ἱππέων τόξοις χρώμενοι ἱπποτοξόται
25λέγονται, ὑπ’ ἐνίων δὲ Σκύ‐
θαι.262

2

.

15

τοσαῦται μὲν οὖν εἰ‐ σι τῶν ἐν τοῖς στρατοπέδοις διαφοραὶ τοῦ μαχίμου γένους, τὸν ἀριθμὸν ἐννέα· ὁπλιτῶν,
5πελταστῶν, ψιλῶν, ἱππέων δορατοφόρων, ἱππέων ἀκοντι‐ στῶν, ἱππέων τοξοτῶν, ἱπ‐ πέων καταφράκτων, ἁρμάτων, ἐλεφάντων.

3

.

1

Ἑκάστης δὲ τῶν εἰρημένων φάλαγγος συστή‐ ματα καὶ ἡγεμονίας καὶ τάξεις καὶ ἀριθμὸν ἐπι‐
5τήδειον περιεχούσης καὶ ὀνό‐
ματα χάριν τῶν παραγ‐ γελλομένων εἴς τε τὴν καθημερινὴν γυμνασίαν καὶ συνάσκησιν καὶ ἐπὶ τῆς ἀλη‐264
10θείας ἐν αὐτοῖς τοῖς ἀγῶσιν, ἀναγκαῖον περὶ ἑκάστων εἰ‐ πεῖν.

3

.

2

Τὸ μὲν οὖν ἐν τῇ τακτικῇ πρωτοστατοῦν ἐ‐ στι παραλαβόντα πλῆ‐ θος ἀνδρῶν ἄτακτον
5τοὺς ἐπιτηδείους ἐκλεξάμε‐ νον καθ’ ἣν ἕκαστον προσήκει χώραν τάξαι—τοῦτ’ ἔ‐ στι καταλοχίσαι καὶ συλλοχίσαι—, ἀριθμόν
10τε τοῦ παντὸς πλήθους ὁρίσαι συμμέτρως καὶ εὐ‐ χρήστως ἔχοντα πρὸς τὰ κατὰ τὸν πόλεμον.

3

.

3

τὸ γὰρ συντετάχθαι τὸ στράτευμα ἔν τε πορεί‐ αις καὶ στρατοπεδείαις καὶ ἐν αὐταῖς ταῖς παρα‐
5τάξεσιν ὠφελιμώτατόν ἐ‐ στιν· εὑρίσκομεν γὰρ πολ‐ λάκις μεγάλας δυνάμεις συντετριμμένας διὰ τὴν ἀταξίαν ὑπ’ ὀλίγων συν‐266
10τεταγμένων.

3

.

4

Ὅρον δὲ αὐτῆς ἔθεν‐ το Αἰνείας μὲν ἐπιστήμην εἶ‐ ναι πολεμικῶν κινήσεων, Πο‐ λύβιος δέ, ἐάν τις πλῆθος ἄ‐
5τακτον παραλαβὼν τοῦτο συγ‐ κρίνῃ καὶ καταλοχίσας συλ‐ λοχίσῃ παιδεύσῃ τε χρησίμως τὰ πρὸς τὸν πόλεμον.

4

.

1

Τὸ μὲν οὖν καταλοχίσαι ἐστὶ τὸ ποιῆσαι λόχους· ὁ δὲ λό‐ χος ἐστὶν ἀριθμὸς ἀν‐
5δρῶν ἀπό τινος ἡγου‐ μένου καὶ τῶν μετ’ αὐ‐ τὸν ὄπισθεν ἑπομένων μέ‐
χρι τοῦ τελευταίου·268

4

.

2

τὸν δὲ ἀριθμὸν τοῦ λόχου οἱ μὲν ὀκτὼ ἀν‐ δρῶν ἐποίησαν, οἱ δὲ δώδεκα, οἱ δὲ δεκαέξ·

4

.

3

ἔστω δὲ νῦν ἑκκαίδεκα ἀνδρῶν ὁ λόχος· συμμέ‐ τρως γὰρ ἔχει πρός τε τὸ μῆκος τῆς φάλαγγος·
5καί, ἐάν τε διά τινας χρείας διπλασιάζηται τὸ βάθος, ὥστε ἐπὶ τριάκοντα δύο ἄνδρας γενέσθαι, ἢ συν‐ αιρῆται καὶ ἐπ’ ὀκτὼ ἄν‐
10δρας βαθύνηται, οὐδὲν ἐμ‐ πόδιον γενήσεται τοῖς ὄπι‐ σθεν τασσομένοις ψιλοῖς· ἄν τε γὰρ ἀκοντίζωσιν ἢ σφενδόναις χρῶνται ἢ τοξεύ‐
15μασιν, εὐκόπως ὑπερθήσου‐ σι ταῖς βολαῖς τὸ τῆς φά‐
λαγγος βάθος.270

5

.

1

Ὁ μὲν οὖν ἄρι‐ στος ἑκάστου λόχου πρῶ‐ τος καὶ ἡγούμενός ἐστιν, ὃς καὶ λοχαγὸς ἐπονομάζεται
5καὶ ἡγεμὼν καὶ πρωτο‐ στάτης· ὁ δὲ τελευταῖ‐ ος τοῦ λόχου οὐραγὸς καλεῖται.

5

.

2

ὁ λόχος δὲ ὅλος καλεῖται στίχος, ὀνομάζεται δὲ καὶ δεκανία, ὑπὸ δέ τινων ἐν‐ ωμοτία. τινὲς δὲ τὴν
5ἐνωμοτίαν τέταρτον τοῦ λόχου μέρος ἀπεφή‐ ναντο καὶ τὸν ἡγούμενον τῆς ἐνωμοτίας ἐνωμοτάρ‐ χην, τὰς δὲ δύο ἐνω‐
10μοτίας διμοιρίαν ἐκά‐ λεσαν καὶ τὸν ἡγούμενον αὐτῆς διμοιρίτην, ὥστε τὸ ἡμιλόχιον καὶ διμοιρίαν καλεῖσθαι καὶ τὸν ἡμιλοχίτην
15διμοιρίτην.272

5

.

4

καὶ ὁ μὲν τοῦ λοχα‐ γοῦ ὀπίσω τεταγμένος κα‐ λεῖται ἐπιστάτης, ὁ δ’ ἔτι τοῦ κατόπιν ὁμοίως
5πρωτοστάτης, ὁ δ’ ἔτι τοῦ κατόπιν ἐπιστάτης, ὥστε ὅλον τὸν στίχον ἐκ πρωτοστατῶν καὶ ἐπι‐ στατῶν συντετάχθαι
10παραλλὰξ τεταγμένων.

5

.

5

δεῖ δὲ τὸν λοχα‐ γὸν καὶ τὸν οὐραγὸν δια‐ φέρειν τῶν ἄλλων· μετὰ δὲ τούτους ἤδη τοὺς τῶν ἡμι‐
5λοχιῶν [ἄρχοντας] ὥσπερ τοὺς
οὐραγούς.274

5

.

6

ὁρίζονται δὲ τὸν λόχον οὕτως· στίχον ἐξ ἐπι‐ στατῶν καὶ πρωτοστα‐ τῶν κατ’ ἀρετὴν ὑπὸ λοχα‐
5γῷ τεταγμένων.

6

.

1

Συλλοχισμὸς δέ ἐστιν, ὅταν τῷ πρώτῳ λόχῳ ἕτερος παρατεθῇ, τῷ μὲν οὖν τοῦ πρώτου
5στίχου λοχαγῷ ὁ λοχα‐ γὸς τοῦ δευτέρου στίχου, τῷ δὲ ὄπισθεν ἐπιστάτῃ τοῦ πρώτου λοχαγοῦ ὁ τοῦ δευτέρου λοχαγοῦ ἐπι‐
10στάτης, καὶ κατὰ τὸ ἑξῆς.

6

.

2

παραστάτης δὲ καλεῖ‐ ται πᾶς ὁ ζυγῶν, οἷον· τῷ τοῦ πρώτου λόχου λο‐ χαγῷ ὁ τοῦ δευτέρου λόχου276
5λοχαγός, καὶ ὁμοίως τῷ τοῦ πρώτου λοχαγοῦ ἐπι‐ στάτῃ ὁ τοῦ δευτέρου λο‐ χαγοῦ ἐπιστάτης, καὶ κατὰ τὸ ἑξῆς. ὅταν οὖν
10μετὰ τὸν δεύτερον λόχον τρίτος ταγῇ, εἶτα τέταρτος καὶ οὕτως κατὰ τὸ ἑξῆς οἱ λοιποί, τὸ τοιοῦτον συλ‐ λοχισμὸς καλεῖται.

7

.

1

Τὸ δὲ ὅλον σύ‐ στημα τοῦ πλήθους τῶν λόχων φάλαγξ καλεῖται, ἧς μῆκος μὲν τὸ πρῶ‐
5τον τῶν λοχαγῶν τά‐ γμα—τοῦτο δὲ καὶ μέ‐ τωπον καὶ πρόσωπον καὶ παράταξις καὶ ζυγὸν καὶ στόμα καὶ ἡγεμόνες καὶ
10πρωτοστάται καὶ πρωτολο‐ χία καλεῖται—, τὸ δὲ
κατόπιν τοῦ μετώπου πᾶν μέρος τῆς φάλαγγος μέχρι τῶν οὐραγῶν βά‐278
15θος καλεῖται.

7

.

2

λέγεται δὲ τὸ μὲν κατὰ μῆκος ἐπ’ εὐθείας εἶναι τοῖς πρωτοστά‐ ταις ἢ τοῖς ἐπιστάταις
5ζυγεῖν, τὸ δὲ κατὰ βά‐ θος ἐπ’ εὐθείας εἶναι τοῖς οὐραγοῖς καὶ λο‐ χαγοῖς στοιχεῖν.

7

.

3

διαιρεῖται δὲ ἡ φάλαγξ οὕτως· εἰς μὲν ὁλοσχερῆ μέρη δύο ἀπὸ τῆς τοῦ μετώπου διχοτομίας δι’
5ὅλου τοῦ βάθους, ὧν τὸ μὲν ἥμισυ δεξιὸν κα‐ λεῖται κέρας καὶ κεφα‐ λή, τὸ δὲ λαιὸν εὐώνυ‐ μον λέγεται κέρας καὶ
10οὐρά. αὕτη δὲ ἡ δι‐
χοτομία τοῦ μήκους ὀμφαλὸς προσαγορεύεται καὶ στόμα καὶ ἀραρός.280

7

.

4

Μετὰ δὲ τὴν τῶν ὁπλιτῶν φάλαγγα κατόπιν τάσσεται τὸ τῶν ψιλῶν τάγμα· τούτου δὲ ἔτι κατό‐
5πιν τὸ τῶν ἱππέων.

7

.

5

ὅταν μέντοι αἱ χρεῖαι ἀπαιτῶσιν, ἐν ἑτέροις τό‐ ποις τάσσονται οἵ τε ψιλοὶ καὶ οἱ ἱππεῖς, ὡς προελθόν‐
5τες ἐροῦμεν.

7

.

6

Πόσον δὲ δεῖ τὸν ἀριθμὸν τῶν τε ὁπλιτῶν εἶναι καὶ πόσον τῶν ψιλῶν καὶ πόσον τῶν ἱππέων,
5δηλώσομεν, καὶ πῶς δεῖ ἕκα‐ στον τετάχθαι, καὶ πρὸς τὰς
κατεπειγούσας χρείας πῶς δεῖ μετὰ πολλοῦ τάχους τὰς τά‐ ξεις μετασχηματίζειν, δηλω‐282
10θήσεται, καὶ τίς ἡ διδαχὴ τῆς περὶ ἕκαστον τάγμα κινήσεως γενήσεται, παραστήσομεν.

8

.

1

Ὁρίζειν μὲν οὖν τὸν ἀριθμὸν τοῦ στρα‐ τεύματος ἀπίθανον· πρὸς γὰρ ἣν ἕκαστος ἔχει παρασκευὴν
5τὸν τακτικὸν δεῖ ὑπογραμμὸν τιθέναι τοῦ πλήθους.

8

.

2

ἤδη μέντοι δεῖ γιγνώσκειν, ὅτι τοιούτους ἀριθμοὺς ἐκ‐ λέγεσθαι δεῖ, οἵ τινες ἐπι‐ τηδείως ἕξουσι πρὸς τοὺς
5μετασχηματισμοὺς τῶν τα‐
γμάτων, τοῦτ’ ἔστιν, ἐὰν τὸ μῆκος τῆς φάλαγγος διπλα‐ σιάσαι βουληθῶμεν, τὸ δὲ βάθος συνελεῖν, ἢ πολυ‐284
10πλασιάσαι τὸ βάθος, τὸ δὲ μῆκος συνελεῖν.

8

.

3

διὰ δὴ ταύτην τὴν αἰτίαν ἀριθμοὺς ἐπενόησαν μέ‐ χρι μονάδος εἰς ἡμίση διαιρεῖσθαι δυναμένους·
5ὅθεν οἱ πλείους τῶν τακ‐ τικὰ γραψάντων μυρίων ἑξακισχιλίων τριακο‐ σίων ὀγδοήκοντα τεσ‐ σάρων τὴν τῶν ὁπλιτῶν
10φάλαγγα ἐποίησαν, ταύ‐ της δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν, ἔτι δὲ ταύτης ἡμίσειαν τὴν τῶν ἱπ‐ πέων· ὁ γὰρ τῶν μυρίων
15ἑξακισχιλίων τριακοσίων ὀγ‐ δοήκοντα τεσσάρων ἀρι‐ θμὸς μέχρι μονάδος δίχα διαιρεῖται· τύπου οὖν καὶ ὑπογραφῆς ἕνεκα ὁ τοιοῦ‐
20τος ἀριθμὸς ἐγκρίνεται, ὥστε,
ἐπεὶ τὸν λόχον δεκαὲξ ἀνδρῶν ὑπεθέμεθα, δε‐ ήσει χιλίους καὶ εἴκοσι τέσ‐ σαρας εἶναι λόχους· οὗτοι286
25δὲ μεμερισμένοι εἰσὶν εἰς τάγματα, ὧν ἑκά‐ στῳ καὶ ὄνομα κεῖται.

9

.

1

Οἱ μὲν γὰρ δύο λόχοι διλοχία κα‐ λοῦνται, ἀνδρῶν τριάκοντα δύο, καὶ ὁ τούτου τοῦ τά‐
5γματος ἡγούμενος διλο‐ χίτης λέγεται.

9

.

2

οἱ δὲ τέσσαρες λόχοι τετραρχία, καὶ ὁ τούτου τοῦ τάγματος ἡγούμενος τετράρχης, ἀν‐
5δρῶν ἑξήκοντα τεσσάρων ἔξαρχος.

9

.

3

αἱ δὲ δύο τετραρχίαι καλοῦνται τά‐ ξις, ἀνδρῶν ἑκατὸν εἴκοσι ὀκτώ, λόχων ὀκτώ, καὶ ὁ
288
5τούτων ἀφηγούμενος καλεῖται ταξίαρχος, ὑπὸ δέ τινων ἑκατοντάρχης.

9

.

4

αἱ δὲ δύο τάξεις κα‐ λοῦνται σύνταγμα, λόχων δεκαέξ, ἀνδρῶν δὲ διακο‐ σίων πεντήκοντα ἕξ, καὶ
5ὁ τούτου ἀφηγούμενος συνταγματάρχης· ὑπ’ ἐνίων δὲ τὸ σύνταγμα τῶν σνϛ ἀνδρῶν ξεναγία κα‐ λεῖται καὶ ὁ τούτου τοῦ τά‐
10γματος ἀφηγούμενος ξε‐ ναγός. καθ’ ἕκαστον δὲ τῶν σνϛ ἀνδρῶν σύνταγμα ἔκτακτοι ἄνδρες ὑπάρχουσι πέντε· σημειοφόρος, οὐ‐
15ραγός, σαλπιγκτής, ὑ‐
πηρέτης, στρατοκῆρυξ· δοκεῖ γὰρ τὸ σύνταγμα τετράγωνον σχῆμα πε‐ ριέχειν, δεκαὲξ ἀνδρῶν μή‐290
20κους ἐπὶ δεκαὲξ βάθους.

9

.

5

τὰ δὲ δύο συν‐ τάγματά ἐστιν ἀνδρῶν φιβ, λόχων τριάκοντα δύο, καὶ ὁ τούτων ἀφηγού‐
5μενος πεντακοσιάρχης.

9

.

6

αἱ δὲ δύο πεντακοσιαρ‐ χίαι καλεῖται χιλιαρχία, ἀνδρῶν ͵ακδ, λόχων ξδ, καὶ ὁ τούτων ἀφηγούμενος
5χιλιάρχης.

9

.

7

αἱ δὲ δύο χιλιαρ‐ χίαι μεραρχία καλεῖται, ἀνδρῶν ͵βμη, καὶ ὁ τοῦ μέρους τούτου ἡγούμενος
5καλεῖται μεράρχης, λό‐ χων ρκη· τοῦτο δὲ τὸ μέρος ὑπ’ ἐνίων τέλος καλεῖται, καὶ ὁ ἀφηγούμενος
αὐτοῦ τελάρχης.292

9

.

8

αἱ δὲ δύο μεραρχίαι φαλαγγαρχία, ἀνδρῶν ͵δϙϛ, λόχων σνϛ, καὶ ὁ τούτων ἀφηγούμενος
5φαλαγγάρχης· ὑπ’ ἐνίων δὲ καλεῖται τοῦτο τὸ τάγμα στρατηγία καὶ ὁ ἀφηγούμενος στρατη‐ γός.

9

.

9

αἱ δὲ δύο φαλαγ‐ γαρχίαι διφαλαγγαρ‐ χία, ἀνδρῶν ͵ηρϙβ, λό‐ χων φιβ· ὑπ’ ἐνίων δὲ τὸ
5τάγμα τοῦτο καλεῖται μέρος, ἔστι δὲ καὶ κέρας.

9

.

10

αἱ δὲ δύο διφα‐ λαγγαρχίαι τετραφα‐ λαγγαρχία, λόχων ͵ακδ,
ἀνδρῶν μυρίων ͵ϛτπδ·294
5ὥστε εἶναι ἐν ὅλῃ τῇ φά‐ λαγγι κέρατα μὲν δύο, φαλαγγαρχίας δὲ δ, με‐ ραρχίας δὲ η, χιλιαρχί‐ ας δὲ ιϛ, πεντακοσιαρ‐
10χίας δὲ λβ, συνταγμα‐ ταρχίας δὲ ξδ, ταξιαρ‐ χίας δὲ ρκη, τετραρχίας δὲ σνϛ, διλοχίας δὲ φιβ,
λόχους δὲ ͵ακδ.296

10

.

1

Καὶ ὁ μὲν ἄ‐ ριστος τῶν φαλαγγαρχῶν ἐπὶ τοῦ δεξιοῦ κέρατος τέτακται, ὁ δὲ δευτερεύων ἐπὶ τοῦ εὐ‐
5ωνύμου, ὁ δὲ κατ’ ἀρετὴν τρί‐ τος ἐπὶ τῆς δεξιᾶς ἀποτομῆς, ὁ δὲ τέταρτος ἐπὶ τῆς εὐωνύ‐ μου, ὥστε τὴν πρώτην καὶ δευτέραν φαλαγγαρχίαν ἡγου‐
10μένους ἔχειν κατ’ ἀρετὴν πρώ‐ την τε δύναμιν ἔχοντας καὶ τετάρτην, τὴν δὲ τετάρτην καὶ τρίτην φαλαγγαρχίαν ἡγουμέ‐ νους ἔχειν κατ’ ἀρετὴν τάξιν
15ἔχοντας δευτέραν καὶ τρίτην.

10

.

2

δείξομεν δέ, ὅτι ἡ πρώτη καὶ τετάρτη δύναμις ἴση ἐστὶ
τῇ δευτέρᾳ καὶ τρίτῃ, ὥστε τοὺς ἡγεμόνας ἰσοδυναμεῖν. οἱ298
5δὲ μεράρχαι καὶ αὐτοὶ τάσ‐ σονται οὕτως, ὥστε τὸν μὲν πρωτεύοντα τάσσεσθαι τῆς πρώτης φαλαγγαρχίας ἐπὶ τοῦ εὐωνύμου, τὸν δὲ δευτερεύ‐
10οντα ἐπὶ τοῦ δεξιοῦ τῆς δευ‐ τέρας φαλαγγαρχίας, τὸν δὲ τρίτον ἐπὶ τοῦ εὐωνύμου τῆς τρίτης φάλαγγος· ὁ δὲ τέταρ‐ τος ἐπὶ τοῦ δεξιοῦ τῆς τετάρ‐
15της φάλαγγος τάσσεται.

10

.

3

ὁμοίως δὲ καὶ καθ’ ἑκάστην τετραρχίαν οἱ λοχαγοὶ οὕτω τάσσονται, ὥστε τὸν τοῦ πρώ‐ του λόχου λοχαγὸν κατ’ ἀρε‐
5τὴν διαφέρειν, τὸν δὲ τοῦ τε‐ τάρτου λόχου λοχαγὸν δευτε‐ ρεύειν τῇ δυνάμει, τὸν δὲ τοῦ τρίτου λόχου λοχαγὸν τρίτον εἶναι κατ’ ἀρετήν, τὸν δὲ τοῦ
10δευτέρου λόχου λοχαγὸν τέταρ‐ τον εἶναι τῇ δυνάμει· οὕτω γὰρ ἰσοδυναμήσουσιν αἱ διλοχίαι κατ’ ἀρετήν· ἡ γὰρ πρώτη δι‐ λοχία τὸν πρῶτον κατ’ ἀρε‐
15τὴν ἔχει καὶ τὸν τέταρτον, ἡ δὲ δευτέρα τὸν δεύτερον καὶ τὸν τρίτον κατ’ ἀρετήν. δεί‐ κνυται δὲ ἐν τοῖς μαθήμασιν, ὅταν ὦσιν ἐν τέτταρσι μεγέ‐300
20θεσιν ἀναλογίαι, τὸ ὑπὸ πρώ‐ του καὶ τετάρτου ἶσον γινό‐ μενον τῷ ὑπὸ δευτέρου καὶ τρίτου.

10

.

4

ἐπεὶ δὲ ἐν ἑκά‐ στῳ συντάγματι τέσσαρές εἰσι τετραρχίαι, τῇ αὐτῇ ἀναλογίᾳ καὶ τὰ συντάγματα διακοσμή‐
5σομεν, ὥστε ἐν ἑκάστῳ συν‐ τάγματι τῆς πρώτης τετραρ‐ χίας τὸν τετράρχην ἐπὶ τοῦ δεξιοῦ τετάχθαι καὶ πρωτεύ‐ ειν κατ’ ἀρετήν, τὸν δὲ τῆς τε‐
10τάρτης τετραρχίας τετράρχην εὐώνυμον εἶναι καὶ δευτερεύ‐
ειν κατ’ ἀρετήν, τὸν δὲ τῆς τρίτης τετραρχίας τετράρχην δεξιὸν εἶναι καὶ τρίτον κατ’302
15ἀρετήν, τὸν δὲ τῆς δευτέρας τε‐ τραρχίας τετράρχην εὐώνυμον εἶναι καὶ τέταρτον κατ’ ἀρετήν. τὴν δὲ αὐτὴν ἀναλογίαν ἔχουσι καὶ αἱ μείζονες ἡγεμονίαι πρὸς
20αὑτάς.

11

.

1

Νῦν δὲ καὶ περὶ τῶν διαστημάτων, ὧν ἀπ’ ἀλ‐ λήλων ἀφεστᾶσιν οἱ ὁπλῖται κατά τε μῆκος καὶ κατὰ βά‐
5θος, δηλώσομεν· διαφοραὶ δέ εἰσι τρεῖς.

11

.

2

πρῶτον μὲν γὰρ τάσ‐ σονται ἐν ἀραιοτέροις διαστήμασιν ἐνίων χάριν χρειῶν· τεταγμένος μὲν οὖν
5ὁ ἀνὴρ κατέχει πήχεις τέσσα‐ ρας, πεπυκνωμένος δὲ κατέχει πήχεις δύο, συνησπικὼς δὲ κατέχει πῆχυν.304

11

.

3

ἔστι δὲ πύκνω‐ σις, ὅταν ἐκ τῶν ἀραιο‐ τέρων διαστημάτων ἐλάσ‐ σονα τὰ διαστήματα ποιή‐
5σας πυκνώσῃς κατὰ παρα‐ στάτην καὶ ἐπιστάτην, τοῦτ’ ἔστι κατὰ μῆκος καὶ κατὰ βάθος, οὕτως μέντοι, ὥστε ἔτι δέχεσθαι
10μεταβολήν.

11

.

4

συνασπι‐ σμὸς δέ ἐστιν, ὅταν τῆς προειρημένης πυκνώσεως ἔτι μᾶλλον ἡ φάλαγξ πυκνω‐
306
5θῇ κατὰ παραστάτην καὶ ἐπιστάτην, ὥστε διὰ τὴν συνέχειαν τοῦ στρατοῦ μὴ χωρεῖν κλίσιν μήτε ἐπὶ τὰ δεξιά, μήτε ἐπὶ τὰ
10εὐώνυμα.

11

.

5

γίνεται δὲ ἡ πύκνωσις, ὅταν ὁ στρατηγὸς βουληθῇ ἐπάγειν τὴν φάλαγγα ἐπὶ τοὺς ἐναντίους, ὁ δὲ συνασπισμὸς
5πρὸς τὸ τὴν τῶν πολεμίων ἔφοδον πεφραγμένους ὑπο‐
στῆναι.308

11

.

6

Ἐπεὶ οὖν εἰσι χίλιοι καὶ εἴκοσι τέσσαρες οἱ κατὰ μέτ‐ ωπον τῆς φάλαγγος τεταγμέ‐ νοι λοχαγοί, δῆλον, ὅτι τετα‐
5γμένοι μὲν καθέξουσι πήχεις ͵δϙϛ τοῦ μήκους, τοῦτ’ ἔστι στάδια δέκα καὶ πήχεις ϙϛ, πεπυκνωκότες δὲ καθέξουσι σταδίους ε καὶ πήχεις μη,
10συνησπικότες δὲ καθέξουσι στα‐ δίους β𐅶 πήχεις κδ.

12

.

1

Ἡ δὲ ὅπλισις ἔσται τῆς φάλαγγος ἀσπίσι καὶ δό‐ ρασιν· ἀσπὶς μὲν οὖν ἐστιν ἡ ἀρίστη χαλκῆ, Μακεδονική, οὐ
5λίαν κοίλη, ὀκταπάλαιστος· δόρυ δὲ μὴ ἔλαττον ὀκταπή‐ χους, τὸ δὲ μήκιστον μέχρι τοῦ δύνασθαι ἄνδρα κρατοῦν‐ τα χρῆσθαι εὐμαρῶς.

13

.

1

Δεῖ δὲ τοὺς λο‐ χαγούς, ὡς ἂν ἡγεμόνας ὄντας τῶν ἐν τῇ φάλαγγι
λόχων, ἀρίστους εἶναι πάν‐310
5των, ὥστε μεγέθει τε καὶ ῥώμῃ τῶν ἄλλων διαφέρειν ἐμπειρίᾳ τε προκεκρίσθαι.

13

.

2

τοῦτο γὰρ τὸ ζυγὸν συνέχει τὴν φάλαγγα καὶ τὴν μεγίστην χρείαν παρέχει· ὥσπερ γὰρ μά‐
5χαιρα τῷ ἑαυτῆς στομώ‐ ματι βάρος καὶ σήκωμα τὸν τοῦ ἐπικειμένου σιδήρου ὄγκον προσλαβοῦσα τὴν αὐτῆς δύναμιν παρέχει,
10τὸν αὐτὸν τρόπον καὶ φά‐ λαγγος ὑποληπτέον στό‐ μωμα μὲν εἶναι τὸ τῶν λοχαγῶν τάγμα, ὄγκον δὲ καὶ σήκωμα καὶ βάρους
15πρόσθεσιν τὸν κατὰ νώτου
τασσόμενον ὄχλον.312

13

.

3

φροντιστέον δὲ ἐκ τῶν ἐνδεχομένων καὶ τοῦ δευ‐ τέρου ζυγοῦ· συνεπεκτεί‐ νεται γὰρ τὸ δόρυ καὶ
5τούτων τῶν ἀνδρῶν, καὶ πλησίον συνταττόμενον παρ‐ εφεδρεύει χρείαν ἐν πολέμοις παρεχόμενον, καὶ πεσόν‐ τος ἢ τραυματισθέντος
10τοῦ λοχαγοῦ προελθὼν [ὁ παρεφεδρεύων] εἰς τὸ πρό‐ σθεν συνέχει τὴν τάξιν ἀρραγῆ.

13

.

5

τὸ δὲ τρίτον ζυγὸν καὶ τὰ ἑξῆς ἐκ λόγου προσ‐ λεκτέον, ᾗ τῇ δυνάμει ὑπο‐
βέβηκεν.314

14

.

1

Ἡ δὲ Μακε‐ δονικὴ φάλαγξ τοῖς πο‐ λεμίοις ἀνύποιστος ἐδόκει διὰ τὴν ἐν ταῖς τάξεσι κατα‐
5σκευήν.

14

.

2

ὁ γὰρ ἀνὴρ ἵστατο σὺν τοῖς ὅπλοις κατὰ τὰς ἐναγωνίους πυκνώσεις ἐν πήχεσι δύο· τὸ δὲ τῶν
5σαρισῶν μέγεθός ἐστι κατὰ μὲν τὴν ἐξ ἀρχῆς ὑπό‐ θεσιν ἑκκαίδεκα πηχῶν, κατὰ δὲ τὴν ἀλήθειαν δεκατεσσά‐ ρων.

14

.

3

τούτων δὲ τέσσαρας πήχεις ἀφαιρεῖ τὸ μεταξὺ τοῖν χεροῖν διάστημα τῆς προβολῆς· οἱ δὲ λοιποὶ δέ‐
5κα πήχεις προπίπτουσι πρὸ τῶν σωμάτων ἑκάστου τῶν ἐν τῷ πρώτῳ ζυγῷ τεταγ‐
μένων ὁπλιτῶν.316

14

.

4

οἱ δὲ ἐν τῷ δευτέρῳ ζυγῷ ὑποβεβηκότες τοῦ πρωτοστάτου πήχεσι δύο δη‐ λονότι τὴν σάρισαν ἔχου‐
5σι προπίπτουσαν ὑπὲρ τοὺς ὁπλίτας τοὺς ἐν τῷ πρώτῳ ζυγῷ πήχεις ὀκτώ, οἱ δὲ ἐν τῷ τρίτῳ ζυγῷ ὑπεραίρουσι τοὺς πρω‐
10τοστάτας πήχεις ἕξ, οἱ δὲ ἐν τῷ τετάρτῳ τέσσαρας, οἱ δὲ ἐν τῷ πέμπτῳ πή‐ χεις δύο· οἱ δὲ ἐν τῷ ἕ‐ κτῳ καὶ πάντες οἱ κατόπιν
15οὐκ ἔχουσι τὰς σαρίσας τὸ πρῶτον ζυγὸν ὑπερεχούσας.

14

.

5

διὸ καὶ καθ’ ἕκαστον τῶν ἐν τῷ πρώτῳ ζυγῷ τε‐ ταγμένων σάρισαι πέντε προβεβλημέναι οἵαν εἰ‐
5κὸς ὄψιν πολεμίοις παρέχου‐
σι, καὶ ἰσχὺν δὲ τοῦ ἀνδρὸς πέντε σαρίσαις πεφραγμέ‐ νου καὶ πέντε δυνάμεσιν ἐπερειδομένου πάρε‐318
10στι σκοπεῖν.

14

.

6

καὶ οἱ μετὰ τὸ πέμπτον δὲ ζυγόν, εἰ καὶ μὴ ταῖς σαρίσαις ἐνεργοῦσι, τῷ βάρει τῶν σωμάτων
5ἐπιβρίθοντες ἰσχυροτέραν ποιοῦσι τὴν δύναμιν καὶ τοῖς πρωτοστάταις ἀν‐ έλπιστον φυγεῖν.

14

.

7

Ἔνιοι δὲ τὰ τῶν ὀπίσω τεταγμένων ὁπλιτῶν δόρατα μακρότερα τῶν ἔμπροσθεν κατεσκεύασαν, ἵνα καὶ οἱ μέ‐
5χρι τρίτου ζυγοῦ ἢ τετάρτου τεταγμένοι τὰς ἀκμὰς ἐξ ἴσου τοῖς ἀντιπαρατεταγμένοις ἐπι‐ φέρωσιν.

14

.

8

Ὁ δὲ καθ’ ἕκαστον σύν‐ ταγμα ἔκτακτος οὐραγὸς ἔστω συνετός, ὅλου τοῦ συντάγματος προνοούμενος,320
5ἵνα στοιχῶσι καὶ ζυγῶσιν ἀλλήλοις, τούς τε ἀναδυομέ‐ νους διὰ δειλίαν ἢ δι’ ἄλλην τινὰ αἰτίαν κελεύων εἰς τά‐ ξιν καθεστάναι· ἐν δὲ τοῖς
10συνασπισμοῖς, ἐάν τις χρεία γένηται, ἀναγκάσει συνερείδειν τοὺς ἄνδρας ὅτι μάλιστα ἀλλήλοις·

14

.

9

τοῦτο γάρ ἐστι τὸ τὴν ἰσχὺν τῷ τάγματι παρ‐ εχόμενον, ἵνα μὴ μόνον ἐν μετώπῳ, ἀλλὰ καὶ ἐπ’ οὐρᾶς
5τοῦ τάγματος κύριός τις ὑπάρ‐ χῃ τῶν προειρημένων ἕνεκεν αἰτιῶν.

15

.

1

Αὐτάρκως εἰρηκό‐ τες περὶ τοῦ καταλοχισμοῦ τῶν ἐν τῇ φάλαγγι ὁπλιτῶν
νῦν καὶ περὶ τῶν ψιλῶν322
5δηλώσομεν. ταγήσονται δὲ ὑπὸ τοῦ στρατηγοῦ πρὸς τὰς τῶν πολεμίων πα‐ ρασκευάς, ὁτὲ μὲν προ‐ τασσόμενοι τῆς φάλαγγος,
10ὁτὲ δὲ ἐκ τῶν δεξιῶν καὶ εὐωνύμων, ποτὲ δὲ ὑποτασ‐ σόμενοι ὀπίσω τῆς φάλαγ‐ γος, ὡς ἂν ἀπαιτῇ τὸ πρᾶ‐ γμα· νῦν δὲ συντετάχθω‐
15σαν οὕτως.

15

.

2

λόχους μὲν καὶ ἐν τοῖς ψιλοῖς τάξομεν ͵ακδ, τοὺς ἴσους τοῖς ἐν τῇ φά‐ λαγγι, ὥστε ὑπὸ τὸν πρῶτον
5λόχον τῶν ὁπλιτῶν τὸν πρῶ‐
τον λόχον τῶν ψιλῶν τετά‐ χθαι, καὶ ὑπὸ τὸν δεύτερον τὸν δεύτερον, καὶ ὁμοίως κα‐ τὰ τὸ ἑξῆς, οὐ μέντοι δεκαὲξ324
10ἀνδρῶν, ἀλλ’ ἡμίσει ἐξ ὀκτὼ ἀνδρῶν, ὥστε τοὺς ͵ακδ λόχους ἀνδρῶν εἶναι ͵ηρϙβ.

16

.

1

Ὀνόματα δὲ αὐτῶν καὶ τάξεις εἰσὶν αἱ ὑποτεταγμέναι· οἱ τέσσαρες λόχοι τῶν ψι‐
5λῶν καλοῦνται σύστα‐ σις, ἀνδρῶν λβ, αἱ δὲ δύο συστάσεις πεντη‐ κονταρχία, ἀνδρῶν ξδ, αἱ δὲ δύο πεντη‐
10κονταρχίαι ἑκατονταρ‐ χία, ἀνδρῶν ρκη·

16

.

2

καθ’ ἑκάστην δὲ ἑκατονταρχίαν ἔκτα‐ κτοι ἄνδρες ἔσονται πέντε· σημειοφόρος καὶ οὐρα‐326
5γὸς καὶ σαλπιγκτὴς καὶ ὑπηρέτης καὶ στρατο‐ κῆρυξ.

16

.

3

αἱ δὲ δύο ἑκατον‐ ταρχίαι εἰσὶ μὲν ἀν‐ δρῶν σνϛ, καλεῖται δὲ ψιλαγία· αἱ δὲ δύο
5ψιλαγίαι ξεναγία, ἀν‐ δρῶν φιβ· αἱ δὲ δύο ξεναγίαι σύστρεμμα, ἀνδρῶν ͵ακδ· τὰ δὲ δύο συστρέμματα ἐπι‐
10ξεναγία, ἀνδρῶν ͵βμη· αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος, ἀνδρῶν ͵δϙϛ· τὰ δὲ δύο στίφη ἐπίταγμα, λόχων μὲν ͵ακδ, ἀνδρῶν
15δὲ ͵ηρϙϛ.328

16

.

4

δεῖ δὲ καὶ τού‐ τοις ὑπάρχειν ἄνδρας ὀ‐ κτὼ ἐκτάκτους, ὧν οἱ μὲν δ ἔσονται ἐπιξεναγοί,
5οἱ δὲ δ συστρεμματάρ‐ χαι.

17

.

1

Ὁ δὲ ἀκον‐ τιστὴς καὶ ὁ τοξότης καὶ πᾶς ὁ ἀκροβολιστικοῖς χρώ‐ μενος [χρήσιμος] πρὸς τὸ
5κατάρξασθαι καὶ ἐκκαλέ‐ σασθαι καὶ τὰ ὅπλα κα‐ τακόψαι καὶ τραύματα καὶ πτώματα ἐκ διαστήμα‐ τος ποιῆσαι καὶ τὰς τάξεις
10διαλῦσαι καὶ ἵππον ἀ‐ ποκρούσασθαι καὶ τό‐ πους ὑπερδεξίους θᾶττον καταλαβέσθαι καὶ τοὺς προκατειλημμένους βάλ‐
15λοντας ἀποχωρεῖν ἀναγκά‐
σαι καὶ τοὺς ὑπόπτους τῶν τόπων ἐρευνῆσαι καὶ ἐνέ‐ δρας παρασκευάσαι· τὸ δὲ ὅλον εἰπεῖν, οὗτοι καὶ προ‐330
20αγωνιζόμενοι καὶ συν‐ αγωνιζόμενοι καὶ ἐπιμα‐ χόμενοι καὶ καθόλου τὰς ὀξείας καὶ ἐξ ἀποστήματος πράξεις παρεχόμενοι πολλὰ
25καὶ μεγάλα κατεργάζονται
περὶ τὰς μάχας.332

18

.

1

Τὰς δὲ τῶν ἱππέων τάξεις ἤτοι τε‐ τραγώνους ἢ ἑτερομή‐ κεις ἢ ῥομβοειδεῖς ἢ
5ἐμβολοειδεῖς οἱ πρὸ ἡμῶν συνέταξαν· οὐδεὶς δέ, ὡς ἔπος εἰπεῖν, σαφῶς ἡμῖν παρέδωκε τὸ βούλημα, διόπερ ἡμεῖς καὶ ἐπὶ καταγραφῆς τὰ σχήματα
10τάξομεν, ὅπως εὐσύνοπτα γέ‐
νηται.334

18

.

2

ταῖς μὲν οὖν ῥομ‐ βοειδέσι δοκοῦσι Θεσ‐ σαλοὶ κεχρῆσθαι ἐν ἱπ‐ πικῇ πολὺ δυνηθέντες, Ἰά‐
5σονος, ὥς φασι, πρώτου τὸ σχῆμα τοῦτο ἐπινο‐ ήσαντος ὡς ἐπιτηδειότατον πρὸς πάσας τὰς χρείας, καὶ τάχιστα μὲν πρὸς ἑκάστην
10ἐπιφάνειαν στρέφεσθαι δυνα‐ μένων τῶν ἐν τῷ σχήματι τούτῳ τεταγμένων ἱππέων, ἥκιστα δὲ κατὰ νώτου
καὶ πλάγιον ἁλίσκεσθαι·336

18

.

3

τούς τε γὰρ ἀρίστους τῶν ἱππέων ἐπὶ τῶν πλευρῶν τοῦ ῥόμβου τάσσεσθαι καὶ κατὰ τὰς
5γωνίας τοὺς ἡγεμόνας, ἐπὶ μὲν τῆς ἔμπροσθεν γωνίας τὸν εἰλάρχην, ἐ‐ πὶ δὲ τῆς δεξιᾶς καὶ εὐωνύμου γωνίας τοὺς
10καλουμένους πλαγιο‐ φύλακας, ἐπὶ δὲ τῆς λοι‐ πῆς τὸν οὐραγόν.

18

.

4

ταῖς δὲ ἐμβολο‐ ειδέσι Σκύθαι δοκοῦσι κεχρῆσθαι καὶ Θρᾷκες, καὶ Μακεδόνες δὲ ἐχρήσαν‐
5το Φιλίππου τοῦτο εἰση‐ γησαμένου· τὴν γὰρ χρεί‐ αν ἐνεργεστέραν ταύτας ἔ‐ χειν μᾶλλον τῶν τετραγώνων ὑπέλαβον διὰ τὸ κύκλῳ
10τοὺς ἡγεμόνας τετάχθαι, τὸ δὲ μέτωπον βραχύ τι γενόμενον καὶ τὴν διίππευ‐
σιν εὔχρηστον ποιεῖν διὰ τοῦ τυχόντος διαστήματος338
15καὶ τὴν ἀναστροφὴν ἢ ἐπιστροφὴν σύντομον· οὐ γὰρ ἔχειν δυσκόλους τὰς περιαγωγάς, ὥσπερ τὰς τετραγώνους.

18

.

5

ταῖς μέντοι τετρα‐ γώνοις ἐχρήσαντο Πέρ‐ σαι τε καὶ Σικελοὶ καὶ τῶν Ἑλλήνων οἱ πλεῖ‐
5στοι, πεπεισμένοι καὶ τὴν σύνθεσιν ἔχειν εὐχερεστέ‐ ραν καὶ τὴν συνίππευσιν καὶ τὴν χρείαν εἰς πολλὰ βελτίω· τήν τε γὰρ σύνταξιν εὐ‐
10χερεστέραν ἔχειν κατά τε στίχον καὶ κατὰ ζυγόν, τεταγμένων τε οὕτω πάν‐ τας τοὺς ἡγεμόνας ἀ‐ θρόως ἐμπίπτειν τοῖς340
15πολεμίοις.

18

.

6

ἄρισται δέ εἰσιν αἱ διπλάσιον τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει ἔχου‐ σαι ἤπερ ἐν τῷ βάθει,
5οἷον ὀκτὼ μὲν τὸ μῆκος, τέσ‐ σαρες δὲ τὸ βάθος, ἢ δέκα μὲν τὸ μῆκος, πέντε δὲ τὸ βάθος· αὗται δὲ τῷ μὲν ἀριθμῷ εἰσιν ἑτε‐
10ρομήκεις, τῷ δὲ σχή‐ ματι γίνονται τετράγω‐ νοι· τὸ γὰρ τοῦ ἵππου ἀπὸ κεφαλῆς ἐπὶ οὐ‐ ρὰν μῆκος πρὸς τὸ πλά‐
15τος συγκρινόμενον τοὺς κα‐ τὰ τὰ ζυγὰ τασσομένους τῶν κατὰ τοὺς στίχους πλείονας ἔχειν ὀφείλει.342

18

.

7

ἔνιοι δὲ τριπλάσιον ἐποίησαν τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει τετα‐ γμένων παρὰ τοὺς ἐν τῷ
5βάθει, οὕτως δοκοῦντες τετράγωνον ποιήσειν τὸ σχῆμα· δοκεῖ γὰρ τρι‐ πλάσιον ὡς ἐπίπαν εἶναι τὸ μῆκος τοῦ ἵππου
10τοῦ κατὰ τοὺς ὤμους πλάτους, ὅθεν ἐννέα ἐν τῷ μετώπῳ τάσσοντες τρεῖς ἐν τῷ βάθει ποι‐ οῦσιν.

18

.

8

οὐδὲ γὰρ τὸ πλῆθος τῶν ὄπισθεν ἵππων τὴν αὐτὴν ὠφέλειαν παρέχει, ἣν ἐπὶ τῶν πεζῶν τὸ βά‐
5θος ὄπισθεν ἐπερείδοντες· οὐδὲν γὰρ συμβάλλονται πρὸς τὴν σφοδρότητα τῆς ἀντερεί‐
σεως· οὐδὲ γὰρ ἐπωθοῦ‐ σιν οὐδὲ συνέχουσι τοὺς344
10πρὸ ἑαυτῶν τοῦ σύμπαν‐ τος πλήθους ἕν τι βά‐ ρος ἀποτελοῦντος, ἐπι‐ βάλλοντες δὲ τοὺς πρὸ ἑαυ‐ τῶν κακοποιήσουσιν, ἑαυ‐
15τοὺς μᾶλλον ἢ τῶν ἐναν‐ τίων ἐκταράξαντες τοὺς ἵππους.

18

.

9

διόπερ συμβαίνει, ὅταν ἶσος ὁ ἀριθμὸς τῶν ἱππέων ὁ τοῦ μήκους πρὸς τὸ βάθος τυγχάνῃ, τὸν μὲν ἀριθμὸν τετράγωνον
5γίνεσθαι, τὸ δὲ σχῆμα ἑτερό‐ μηκες τοῦ βάθους μείζονος ὄν‐ τος ἢ τοῦ μήκους· ὅταν δὲ τὸ σχῆμα τῆς εἴλης τετρά‐ γωνον ᾖ, ὁ ἀριθμὸς τῶν ἱπ‐
10πέων γίνεται ἑτερομήκης.346

19

.

1

Δοκεῖ δὲ τὸ ῥομ‐ βοειδὲς σχῆμα ἀναγκαιότατον παρειλῆφθαι· τοῦ γὰρ εἰ‐ λάρχου πρώτου τασσο‐
5μένου οἱ ἐξ ἑκατέρου μέ‐ ρους τασσόμενοι ἱππεῖς οὐκ ἐξ ἴσου τῷ εἰλάρχῃ ζυγεῖν ὀφείλουσιν, ἀλλὰ ὑποβεβηκέναι ὥστε τὰς
10κεφαλὰς αὐτῶν κατὰ τοὺς ὤμους τοῦ ἵππου τοῦ εἰλάρχου τετάχθαι,

19

.

2

διαστήματά τε ἀπ’ ἀλλήλων τοὺς ἱππέας ἔχειν τούς τε ἐκ τῶν δεξιῶν μερῶν καὶ τῶν εὐωνύμων ὄντας καὶ τοὺς
5ὀπίσω ἐν τοῖς μέρεσι τετα‐ γμένους, ἵνα μὴ ἡ συνέχεια
τάραχον ἐμποιῇ λακτίσμασί τινων περιπιπτόντων πολλά‐ κις τῶν ἵππων τραχυτέρων τὰς348
10φύσεις ὄντων, ἔν τε τῷ ἀνα‐ στρέφειν ἵνα μὴ παράμηκες ὂν τὸ ζῷον εἰς τοὺς πλησίον ἵπ‐ πους ἐντινάσσον τραύματα τοῖς ἀγωνιζομένοις παρέχηται.

19

.

3

Τῶν δὲ ἐν τοῖς ῥομ‐ βοειδέσι σχήμασι τὴν ἵππον συνταξάντων οἱ μὲν οὕτως ἔτα‐ ξαν, ὥστε τοὺς ἱππέας καὶ ζυ‐
5γεῖν καὶ στοιχεῖν, οἱ δὲ μήτε ζυγεῖν μήτε στοιχεῖν, οἱ δὲ στοιχεῖν μὲν οὐκέτι δὲ ζυγεῖν, οἱ δὲ ζυγεῖν μὲν οὐκέτι δὲ στοιχεῖν· ἑκάστη δὲ τάξις οὕ‐
10τως ἔχει.

19

.

4

οἱ μὲν τοὺς ῥόμβους καὶ ζυγεῖν καὶ στοιχεῖν βουληθέν‐ τες ἔταξαν τὸν μέγιστον τῶν ἐν τῇ εἴλῃ ζυγῶν μέσον ἐξ
5ἀριθμοῦ περισσοῦ, οἷον ια
ιγιε, ἐφ’ ἑκάτερα δὲ τού‐ του τοῦ ζυγοῦ ἔταξαν ὃν μὲν ἔμπροσθεν ὃν δὲ ὄπισθεν, ἕκαστον δ’ αὐτῶν δυσὶ τοῦ350
10προτέρου λειπόμενον, οἷον, εἰ ὁ μέγιστος ζυγὸς ἱππέων εἴη ιε, ἕκαστον τῶν ἐφ’ ἑκάτερα αὐτοῦ ἀνὰ ιγ ἱππεῖς εἶναι, τοὺς δὲ μετὰ τούτους ἐφ’ ἑκά‐
15τερα ἀνὰ ια, καὶ ἀεὶ δυσὶ λειπομένους, ἕως εἷς καταλει‐ φθῇ καὶ ἡ ὅλη εἴλη γένηται ἱππέων ριγ.

19

.

5

τὸ δὲ ἥμισυ τοῦ ῥόμ‐ βου ἔμβολον καλεῖται.

19

.

6

ἄλλοι δὲ αὐτὸν συν‐ έταξαν, ὥστε τοὺς ἐν τῷ ῥόμ‐ βῳ κατατεταγμένους ἱππέας μήτε στοιχεῖν μήτε ζυγεῖν,
5εὐχερεστέρας ἐν τούτῳ τῷ σχήματι τὰς ἐπιστροφὰς καὶ
διιππεύσεις ὑπολαβόντες μήτε ἐκ τῶν ἔμπροσθεν, μήτε ἐκ τῶν δεξιῶν ἢ εὐωνύμων, μήτε352
10ἐκ τῶν ὄπισθεν ἐμπόδιόν τι περιεχούσας·

19

.

7

τάσσουσι δὲ πρῶτον μὲν τὸν εἰλάρχην, εἶτα τὸν ἐκ δεξιῶν τοῦ εἰλάρχου καὶ ὁμοίως τὸν ἐξ εὐωνύμων ὑπεσταλκότας,
5ἵνα, ὡς εἴπομεν, αἱ κεφαλαὶ τούτων τῶν ἵππων κατὰ τοὺς ὤμους τῷ προτεταγμένῳ ἵπ‐ πῳ τυγχάνωσι· καὶ τὸ μὲν πρῶτον τάγμα ἐκ περιττῶν
10τὸν ἀριθμὸν ἱππέων, οἷον ἕν‐ δεκα, τοῦ μὲν εἰλάρχου μέσου τεταγμένου, πέντε δὲ ἐφ’ ἑκά‐ τερα ὑποβεβηκότων, ὥστε τοῦ‐ το τὸ ζυγὸν τὰς δύο τοῦ ῥόμ‐
15βου πλευρὰς περιέχειν·

19

.

8

ὀπίσω δὲ τοῦ εἰλάρχου τε‐ τάχθαι τὸν ζυγάρχην, εἶτα ἐφ’ ἑκάτερα τούτου ὁμοίως
ὑποβεβηκότας, ὅλον δὲ τὸν354
5τοῦ ἑξῆς ζυγοῦ ἀριθμὸν δυάδι τοῦ προτέρου λείπειν, ὥστε ἐφ’ ἑκάτερα τοῦ ζυγάρχου τέσ‐ σαρας τετάχθαι καὶ τὸν ὅλον τοῦ δευτέρου τάγματος ἀρι‐
10θμὸν θ εἶναι,

19

.

9

καὶ τοῦτο δὲ τὸ ζυγὸν ὡσανεὶ ταῖς πρώταις δυσὶ πλευ‐ ραῖς τοῦ ῥόμβου παραλλήλους δύο πλευρὰς ποιεῖν, τὸ δὲ τρί‐
5τον ἑπτά, καὶ οὕτω μέχρι ἑνός, καὶ γίνεται ἡ εἴλη αὕτη ἱπ‐ πέων λϛ.

19

.

10

τούτῳ δὲ τῷ τάγματι τῆς εἴλης κέχρηται Πολύβιος ἀν‐ δρῶν μέντοι ξδ [ἐν σχήματι τοῦ Λ στοιχείου].

19

.

11

ἄλλαι δ’ εἰσίν, αἵπερ συνίστανται ἐκ στοιχούντων μέν, οὐκέτι δὲ ζυγούντων, αἵ‐ τινες οὕτω συντάττονται· στί‐
5χον ἐποίησαν ἐξ ὅσων δήποτε
ἱππέων, ὧν ὁ μὲν ἡγούμενος εἰλάρχης ἐστίν, ὁ δὲ ἔσχατος οὐραγός, καὶ ἐφ’ ἑκάτερα ἄλ‐ λους στίχους ἔταξαν ἔκ τε τῶν356
10δεξιῶν καὶ εὐωνύμων μερῶν ἑνὸς ἀριθμῷ λειπομένους, ὥστε κατὰ μέσα τὰ διαστήματα ἀφέστηκεν ὁ ἐν τῷ πρώτῳ στίχῳ ἱππεὺς ἀπὸ ἱππέως τοῦ
15ἐφ’ ἑκάτερα παραστάντος· κἂν ὦσιν οἷον ἐν τῷ πρώτῳ στίχῳ δέκα ἵπποι, ἐν τῷ ἐφ’ ἑκάτερα ἀνὰ ἐννέα ἔσονται, οἱ δ’ ἔτι ἐν τοῖς ἐφ’ ἑκάτερα
20ἀνὰ ὀκτώ, καὶ οὕτως μέχρι ἑνὸς ἀεὶ ἐν τοῖς ἐφεξῆς στί‐ χοις· οὕτως γὰρ συμβήσεται στοιχεῖν μὲν ἀλλήλοις τοὺς ἱπ‐
πέας, μηκέτι δὲ ζυγεῖν.358

19

.

12

εὔχρηστον δὲ καὶ τοῦτό ἐστι πρὸς τὰς εἰς τὰ πλάγια γιγνομένας κλίσεις· κα‐ λεῖται δὲ ἡ μὲν εἰς τὰ δεξιὰ
5ἐπὶ δόρυ κλίσις, ἡ δὲ εἰς τὰ εὐώνυμα ἐφ’ ἡνία.

19

.

13

ἐὰν δὲ ἡ εἴλη ἐκ ζυγούν‐ των μέν, μὴ στοιχούντων δὲ γίνηται, τάξομεν αὐτὴν οὕτως· τὸ μέσον ὅλης τῆς εἴλης καὶ
5μέγιστον ζυγὸν ἐκ περιττοῦ ἀριθμοῦ ποιήσομεν, τοὺς δὲ ἐφ’ ἑκάτερα ζυγοὺς κατὰ μέσα τὰ διαστήματα ποιήσομεν, ὡς ἐπὶ στοιχούντων ἐτάξαμεν, καὶ
10γενήσεται ἡ εἴλη ἐκ ζυγούντων
μέν, οὐκέτι δὲ στοιχούντων.360

20

.

1

Τάσσονται δὲ αἱ εἶλαι, ὥσπερ τὰ ψιλά, ποτὲ μὲν πρὸ τῆς φάλαγγας, ποτὲ δὲ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων,
5ποτὲ δὲ ὀπίσω· νῦν δὲ χάριν ὑπογραφῆς ὀπίσω τῶν ψιλῶν ἐτάχθησαν.

20

.

2

καὶ ἡ μὲν εἴλη ἱπ‐ πέων ἔστω ξδ· ἔσονται δὲ αἱ πᾶσαι εἶλαι ξδ, ἱππεῖς δὲ ͵δϙϛ. καλοῦνται δὲ
5αἱ δύο εἶλαι ἐπειλαρ‐ χία, ἱππέων ρκη· αἱ δὲ δύο ἐπειλαρχίαι Τα‐ ραντιναρχία, ἱππέων σνϛ· αἱ δὲ δύο Ταραν‐362
10τιναρχίαι ἱππαρχία, ἱππέων φιβ· αἱ δὲ δύο ἱππαρχίαι ἐφιππαρ‐ χία, ἱππέων ͵ακδ· αἱ δὲ δύο ἐφιππαρχίαι τέλος,
15ἱππέων ͵βμη· τὰ δὲ δύο τέλη ἐπίταγμα, ἱππέων ͵δϙϛ.

21

.

1

Αἱ μὲν οὖν ἐπιβολαὶ τῶν ἀρχαίων περὶ τὰς συντάξεις τῶν εἰλῶν δε‐
δηλωμέναι εἰσὶ πᾶσαι, καθ’364
5ὁποίους σχηματισμοὺς ἕκαστοι ταύτας ἔταξαν καὶ δι’ ἃς αἰ‐ τίας ἄλλοι ἄλλαις ἐχρήσαντο.

21

.

2

δεῖ δὲ ὡς ἐν πράγμασι περὶ τῶν ὅλων διαφέρουσιν οὐκ ἀπεσχεδιασμένην γενέσθαι τὴν παράδοσιν, ἀλλ’ ἐν τοῖς κα‐
5θημερινοῖς γυμνασίοις ἕκαστον τῶν σχημάτων πολλάκις δοκι‐ μάσαντα καὶ τὸ εὐχερέστερον καὶ τὸ ὠφελιμώτερον γνόντα, τότε καὶ ἐπὶ τῆς ἀληθείας
10χρήσασθαι.

21

.

3

εὔηθες γὰρ περὶ μὲν ἐλατ‐ τόνων πραγμάτων ἐπ’ ἀκριβὲς τοὺς ἀνθρώπους εὑρίσκεσθαι διαποροῦντας πολλὰ καὶ ἐξε‐
5τάζοντας, περὶ δὲ τούτων μὴ πρότερον τὴν ἐντελεστάτην βάσανον λαβόντας τότε πρὸς τοὺς μεγίστους ἀγῶνας πο‐ ρεύεσθαι. Ἔξεστι μέντοι καὶ
10μείζονας καὶ ἐλάττους τὰς εἴ‐ λας ποιεῖν.

22

.

1

Περὶ δὲ τῆς τῶν
ἁρμάτων συντάξεως καὶ τῶν ἐλεφάντων, εἰ καὶ τὴν χρῆσιν αὐτὴν σπανίζουσαν εὑρίσκομεν,366
5ὅμως πρὸς τὸ τέλειον τῆς γρα‐ φῆς τὰς ὀνομασίας ὑποθησόμε‐ θα, αἷς κατεχρήσαντο οἱ πρὸ ἡμῶν.

22

.

2

ἐπὶ γὰρ τοῖς ζευκτοῖς τὰ δύο ἅρματα ζυγαρχίαν ἐκάλε‐ σαν, τὰς δὲ δύο ζυγαρχίας συ‐ ζυγίαν, τὰς δὲ δύο συζυγίας
5ἐπισυζυγίαν, τὰς δὲ δύο ἐπι‐ συζυγίας ἁρματαρχίαν, τὰς δὲ δύο ἁρματαρχίας κέρας, τὰ δὲ δύο κέρατα φάλαγγα.

22

.

3

ἔξεστι δὲ πλείοσι φά‐
λαγξιν ἁρμάτων χρῆσθαι ταῖς αὐταῖς ὀνομασίαις καθ’ ἑκά‐ στην φάλαγγα συγχρωμένοις.368
5τοῖς δ’ ἅρμασιν οἱ μὲν ψιλοῖς κατεχρήσαντο, οἱ δὲ δρεπανη‐
φόρα κατεσκεύασαν.370

23

.

1

Ἐπὶ δὲ τῶν ἐλε‐ φάντων ὁ μὲν ἑνὸς ἐλέφαντος ἄρχων ζῴαρχος καλεῖται, ὁ δὲ τῶν δύο θήραρχος καὶ τὸ σύ‐
5στημα θηραρχία, ὁ δὲ τῶν τεσσάρων ἐπιθήραρχος καὶ τὸ σύστημα ἐπιθηραρχία, ὁ δὲ τῶν ὀκτὼ εἰλάρχης καὶ τὸ σύστημα εἰλαρχία, ὁ δὲ τῶν
10ιϛ ἐλεφαντάρχης καὶ τὸ σύ‐ στημα ἐλεφανταρχία, ὁ δὲ τῶν λβ κερατάρχης ἢ μεράρχης καὶ τὸ σύστημα κεραταρχία· τὸ δὲ ἐκ τῶν ξδ συνεστηκὸς
15φάλαγγα ὀνομάζομεν ἐλεφάν‐ των καί, ἄν τις τὸν τῶν κε‐ ράτων ἡγούμενον βούληται προσονομάζειν, φαλαγγάρχην.

24

.

1

Τὰ μὲν οὖν εἴδη τῆς τελείας δυνάμεως καὶ τὰ ὀνόματα τῶν ἐν
τούτοις συστημάτων τοῦτον372
5ἔχει τὸν τρόπον τὸν τεθεω‐ ρημένον. Ἑξῆς περὶ τῶν ὀνομάτων χρήσιμον εἰ‐ πεῖν, ὅπως, ὅταν οὖν ὁ στρα‐ τηγὸς παραγγέλλῃ γενέσθαι τι,
10συνεθισθέντες ἐν ταῖς ἐξοπλι‐ σίαις τοῖς τε ὀνόμασι καὶ ταῖς τῶν σχημάτων κινήσεσι ῥᾳ‐ δίως τὰ προστασσόμενα ποιεῖν δύνωνται.

24

.

2

λέγεται δὲ τὸ μέν τι κλίσις, καὶ τῆς κλίσεως ἡ μὲν ἐπὶ δόρυ, ἡ δὲ ἐπ’ ἀσπίδα· λέγεται δέ τις
5καὶ μεταβολὴ καὶ ἐπι‐ στροφὴ καὶ ἀναστροφὴ καὶ περισπασμὸς καὶ ἐκπερισπασμός, στοι‐ χεῖν τε καὶ ζυγεῖν καὶ
10ἐς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασιά‐
ζειν·374

24

.

3

λέγεται δέ τις καὶ ἐπαγωγὴ καὶ δεξιὰ παρ‐ αγωγὴ καὶ εὐώνυμος παραγωγὴ καὶ πλαγία
5φάλαγξ καὶ ὀρθία φά‐ λαγξ ἢ λοξὴ φάλαγξ καὶ παρεμβολὴ καὶ πρόσ‐ ταξις καὶ ἔνταξις καὶ ὑπόταξις καὶ ἐπίταξις
10καὶ πρόταξις·

24

.

4

ἑκάστου δὲ ὀνόματος τὴν σημασίαν διὰ συντόμων δηλώ‐ σομεν· οὐκ ἀγνοῶ δ’ ὅτι οὐ παρὰ πᾶσι τοῖς τακτικοῖς τὰ
5παραγγέλματα ταῖς αὐταῖς ὀνομασίαις δεδήλωται.

25

.

1

Κλίσις μὲν οὖν ἐστιν ἡ κατ’ ἄν‐ δρα κίνησις, ἢ ἐπὶ δό‐
ρυ στρέψαντος τοῦ ὁπλίτου,376
5τοῦτ’ ἔστιν ἐπὶ τὰ δεξιὰ μέρη, ἢ ἐπ’ ἀσπίδα, τοῦτ’ ἔστιν ἐπὶ τὰ εὐώνυμα μέρη, ὅπερ γίνεται εὔχρηστον πρὸς τὰς ἐκ τῶν πλαγίων ἐπιφα‐
10νείας τῶν πολεμίων ὑπερκε‐ ράσεως χάριν ἢ ἀντιπορείας καὶ ἑτέρων χρειῶν, αἳ καθ’ ἕκαστον πρᾶγμα δηλωθήσον‐ ται.

25

.

2

αἱ δὲ δύο ἐπὶ τὸ αὐτὸ γινόμεναι κλίσεις ἐπὶ τὴν κατὰ νώτου ἐπιφάνειαν τὴν ὄψιν τοῦ ὁπλίτου
5μετατιθέασι· καὶ τὸ τοιοῦτο καλεῖται μεταβολή· γί‐ νεται δὲ καὶ αὕτη ἡ μὲν ἐπὶ δόρυ, ἡ δὲ ἐπ’ ἀσπίδα.

25

.

3

δύο δέ εἰσι διαφοραὶ μεταβολῶν, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἡ δὲ ἐπὶ τοὺς πο‐ λεμίους· ὅρος δέ ἐστι τῆς με‐
5ταβολῆς μετάληψις τῆς προϋπ‐ αρχούσης ἐπιφανείας εἰς τὴν κατ’ οὐρὰν ἐπιφάνειαν ἢ ἀπὸ ταύτης ἐπὶ τὴν ἐναντίαν·378

25

.

4

καὶ ἡ μὲν ἀπὸ τῶν πολε‐ μίων μεταβολὴ δὶς ἐπὶ δόρυ κλινάντων γίνεται, ἡ δὲ ἐπὶ τοὺς πολεμίους δὶς ἐπ’ ἀσπίδα.

25

.

5

ἐπιστροφὴ δέ ἐστιν, ὅταν πυκνώσαν‐ τες τὰ συντάγματα κατὰ παραστάτην καὶ ἐπι‐
5στάτην ὅλον τὸ σύνταγμα ὡς ἑνὸς ἀνδρὸς σῶμα ἢ ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπί‐ δα κλίνωμεν, ὡς ἂν περὶ κέντρον περὶ τὸν πρῶτον
10λοχαγὸν ὅλου τοῦ τά‐ γματος περιενεχθέντος καὶ μεταλαβόντος τό‐ πον μὲν τὸν ἔμπρο‐ σθεν, ἐπιφάνειαν δὲ
15τὴν ἐκ δεξιῶν ἢ ἐξ εὐ‐ ωνύμων, διαμενόντων ἑκάστῳ τῶν ἐπιστατῶν καὶ παραστατῶν,

25

.

6

ὅπερ πῶς γίνεται δηλώσο‐ μεν, ὅταν πρότερον τὰς πάν‐
των ὀνομασίας διέλθωμεν.380

25

.

7

ἀναστροφὴ δέ ἐστιν ἀποκατάστασις ἐπιστροφῆς εἰς ὃν προ‐ κατεῖχε τὸ σύνταγμα τόπον
5πεπυκνωμένον πρὸ τοῦ γε‐ νέσθαι αὐτοῦ τὴν ἐπιστρο‐ φήν.

25

.

8

περισπασμὸς δέ ἐστιν ἡ ἐκ δυεῖν ἐπιστροφῶν τοῦ τάγματος κίνησις, ὥστε μεταλαμβάνειν τὸν
5ὀπίσω τόπον.

25

.

9

ἐκπερισπασμὸς δέ ἐστιν ἡ ἐκ τριῶν ἐπι‐ στροφῶν συνεχῶν τοῦ τάγματος κίνησις, ὥστε
5μεταλαμβάνειν, ἐὰν μὲν ἐπὶ δόρυ γίνηται, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν, ἐὰν δὲ ἐπ’ ἀσπίδα, τὴν
ἐκ δεξιῶν.382

26

.

1

Στοιχεῖν δὲ λέγεται τὸ ἕκαστον ἄνδρα ἐν τῷ ἑαυτοῦ λόχῳ ἐπ’ εὐθείας εἶναι τῷ
5λοχαγῷ καὶ τῷ οὐραγῷ φυλάσσοντα τὰ ἶσα ἀπ’ ἀλ‐ λήλων διαστήματα· ζυγεῖν δὲ τὸ ἐπ’ εὐ‐ θείας εἶναι κατὰ μῆκος
10ἕκαστον τῶν ἐν τῷ λό‐ χῳ τῷ ζυγοῦντι αὐτῷ ὁμοίως τὰ διαστήματα φυλάσ‐ σοντα·

26

.

2

ζυγοῦσι δὲ τῷ μὲν
λοχαγῷ οἱ λοχαγοὶ πάντες, τῷ δὲ τοῦ λο‐ χαγοῦ ἐπιστάτῃ οἱ τῶν384
5ἄλλων λοχαγῶν ἐπιστά‐ ται, καὶ κατὰ τὸ ἑξῆς οὕ‐ τως.

26

.

3

ἐς ὀρθὸν δὲ ἀπο‐ δοῦναί ἐστι τὸ εἰς τὴν προκαθεστῶσαν ἀπ’ ἀρ‐ χῆς τοῦ ὁπλίτου ἐπιφά‐
5νειαν ἀποκαταστῆσαι τὴν ὄψιν, οἷον, ἐάν τις ἐπὶ τοὺς πολεμίους τε‐ τραμμένος κελευσθῇ ἐπὶ δόρυ κλῖναι, εἶτα
10παραγγείλῃ εἰς ὀρθὸν ἀποκαταστῆσαι, δεήσει πάλιν ἐπὶ τοὺς πολε‐
μίους τετράφθαι.386

27

.

1

Ἐξελι‐ γμῶν δέ ἐστι γένη δύο, τὸ μὲν κατὰ λόχους, τὸ δὲ κατὰ ζυγά· εἴδη δὲ
5αὐτῶν ἑκάστου τρία· κα‐ λεῖται γὰρ ὁ μὲν Μακε‐ δών, ὁ δὲ Λάκων, ὁ δὲ χόριος, ὁ δ’ αὐτὸς Κρη‐ τικὸς καὶ Περσικός.

27

.

2

Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμ‐ προσθεν τόπον, ἀντὶ
5δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν ὄπι‐ σθεν·

27

.

3

Λάκων δὲ ὁ μετα‐
λαμβάνων τῆς φάλαγ‐ γος τὸν ὀπίσω τόπον, ὁμοίως δὲ ἀντὶ τῆς ἔμ‐388
5προσθεν ἐπιφανείας τὴν ὄπισθεν·

27

.

4

ὁ δὲ Κρητικὸς καὶ Περσικὸς καὶ χόριος, οὗ‐ τος δὲ τὸν αὐτὸν ἐπέχει τόπον τῆς φάλαγγος,
5τῶν κατὰ μέρος ὁπλι‐ τῶν ἀνθ’ ὧν προκατεῖχον τόπων ἑτέρους μεταλαμ‐ βανόντων, τοῦ μὲν λοχα‐ γοῦ τὸν τοῦ οὐραγοῦ,
10τοῦ δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπι‐
φανείας τὴν ὄπισθεν.390

27

.

5

οἱ δὲ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, ὅταν ἐπὶ τῶν ἀποτο‐ μῶν βούληταί τις τὰ
5κέρατα καθιστάνειν, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, χάριν τοῦ τὰ μέσα ἰσχυροποιεῖσθαι, καὶ ὁμοίως τὰ δεξιὰ ἐν
10τοῖς εὐωνύμοις καὶ τὰ εὐώνυμα ἐν τοῖς· δε‐ ξιοῖς.

27

.

6

οἱ δὲ φυλασσόμενοι κα‐ τὰ μείζονα μέρη τοὺς ἐξελιγμοὺς ποιεῖσθαι ἐγγὺς ὄντων τῶν πολε‐
5μίων κατὰ συντάγματα
ποιοῦνται.392

28

.

1

Τοὺς δὲ τρό‐ πους τῶν ἐξελιγμῶν ὡς δεῖ γίνε‐ σθαι, ὑποδείξομεν· ὁ μὲν οὖν κατὰ στίχον ἐξελιγμὸς
5Μακεδὼν προσαγορευόμε‐ νος γίνεται, ὅταν ὁ λοχα‐ γὸς μεταβάληται, οἱ δὲ ὀπίσω ἐκ δόρατος πα‐ ραπορευόμενοι ἐφεξῆς
10ἀλλήλων ἱστῶνται.

28

.

2

Λάκων δέ, ὅταν ὁ λο‐ χαγὸς μεταβαλόμενος ἐκ δόρατος ὅλον τὸν λόχον παραλλάξῃ εἰς
5ἄλλον αὐτῷ ἶσον τόπον, οἱ δὲ λοιποὶ ἀκολουθοῦν‐ τες ἐφεξῆς αὐτῷ τάσ‐ σωνται, ἢ ὅταν ὁ μὲν οὐραγὸς μεταβάλληται,
10ὁ δὲ ὀπίσω αὐτοῦ τε‐ ταγμένος ἐκ δόρατος τοῦ οὐραγοῦ παραπο‐ ρευόμενος προτάσσηται
τοῦ οὐραγοῦ, καὶ οἱ λοι‐394
15ποὶ ὁμοίως ἀκολουθοῦντες ἄλλος πρὸ ἄλλου τάσ‐ σηται, ἕως ἂν ὁ λοχαγὸς πρωτοστατήσῃ.

28

.

3

ὁ δὲ χόριος γίνεται, ὅταν ὁ λοχαγὸς μετα‐ βαλλόμενος ἐκ δόρατος προάγῃ τοῦ λόχου, οἱ δὲ
5λοιποὶ ἐπακολουθῶσιν, ἕως ἂν ὁ λοχαγὸς σχῇ τὸν τοῦ οὐραγοῦ τόπον, ὁ δὲ οὐραγὸς τὸν τοῦ λο‐ χαγοῦ.

28

.

4

καὶ οὗτοι μὲν κατὰ λόχους γίνονται· τῷ δὲ αὐτῷ τρόπῳ καὶ οἱ κατὰ ζυγὰ γίγνονται, ἐάν τε
5κατὰ τάγματα ἐξελίσσειν τις βούληται, ὥς τι ὁποῖον δή‐ ποτ’ οὖν τάγμα ἢ τὸν ἐν αὐ‐ τῇ τῇ βάσει τόπον κατέχον ἐξελίσσῃ, ἢ τὸν τοῦ ἐν δεξιᾷ396
10τάγματος ἀντιμεταλάβῃ τόπον, ἢ τὸν τοῦ ἐξ εὐωνύμων· οὐ‐ δὲν γὰρ τῶν προειρημένων διοίσει.

29

.

1

Διπλα‐ σιασμῶν δέ ἐστι γένη δύο, ἤτοι κατὰ ζυγὰ ἢ κατὰ βάθος.

29

.

2

τούτων δὲ ἕκαστον ἢ τῷ ἀριθμῷ διπλα‐ σιάζεται ἢ τῷ τόπῳ· ἀριθμῷ μὲν γὰρ διπλα‐
5σιάζεται τὸ μῆκος, ἐὰν ἀν‐ τὶ ͵ακδ ͵βμη ποιῆσαι βου‐ λώμεθα ἐν ταὐτῷ τόπῳ τοῦ μήκους παρεμβάλ‐ λοντες εἰς τὰ μεταξὺ
10τῶν ὁπλιτῶν διαστήματα ἐκ τῶν ἐν τῷ βάθει ἐπι‐ στατῶν· τοῦτο δὲ γίνεται, ὅταν πυκνῶσαι τὸ μῆκος
βουληθῶμεν.398

29

.

3

ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν, παρ‐ αγγελοῦμεν ἐξελίσ‐ σειν τοὺς μετατεταγμένους
5παραστάτας εἰς οὓς προεῖ‐
χον τόπους.400

29

.

6

ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκι‐ μάζουσι καὶ μάλιστα ἐγ‐ γὺς ὄντων πολεμίων,
5τοὺς δὲ ψιλοὺς ἐφ’ ἑκά‐ τερα τῶν κεράτων ἐπεκτεί‐ νοντες καὶ ὁμοίως τοὺς ἱππέας τὴν ὄψιν τοῦ δι‐ πλασιασμοῦ οὕτως γενέ‐
10σθαι παραγγέλλουσι χωρὶς ταραχῆς τῆς φάλαγγος οὕτω συντασσομένης.

29

.

7

διπλασιάζεται δὲ τὸ μῆκος τῆς φάλαγγος, ὅταν ἤτοι ὑπερκεράσαι τοὺς πο‐
λεμίους βούλωνται ἢ αὐ‐402
5τοὶ ὑπερκερασθῆναι φυλάτ‐ τωνται.

29

.

8

τὸ δὲ βάθος διπλα‐ σιάζεται τοῦ δευτέρου λόχου τῷ πρώτῳ ἐπι‐ τασσομένου, ὥστε τὸν
5τοῦ δευτέρου λόχου λοχαγὸν ὀπίσω τάσσεσθαι τοῦ ἐν τῷ πρώτῳ λόχῳ λοχαγοῦ, τὸν δὲ ἐν τῷ δευτέρῳ λόχῳ δεύτερον
10τοῦ πρώτου λόχου τέταρ‐ τον ταγῆναι, τὸν δὲ τοῦ δευτέρου τρίτον τοῦ πρώ‐ του λόχου ἕκτον ταγῆναι, καὶ οὕτως κατὰ τὸ ἑξῆς,
15ἕως ἂν ὅλος ὁ δεύτερος λόχος κατὰ τὸν πρῶτον ταγῇ, καὶ ὁμοίως ὁ τέταρ‐ τος λόχος εἰς τὸν τρί‐ τον καὶ πάντες οἱ ἄρτιοι
20λόχοι εἰς τοὺς περιτ‐ τούς. καὶ οὕτως μὲν ὁ δι‐
πλασιασμὸς ἀριθμῷ γίνεται.404

29

.

9

τοῦ δὲ τόπου διπλασια‐ σμὸς γίνεται, ἐὰν ἐξελιγμὸς γένηται, ἤτοι τῶν παρεντε‐ θέντων ἐξελιξάντων εἰς τὸν
5ὀπίσω τόπον ἀπὸ τοῦ ἔγγιστα τῷ οὐραγῷ παρεντεθέντος καὶ τῶν ἄλλων τῶν ὁμοίως παρεν‐ τεθέντων ἐπακολουθούντων, ἢ καὶ διαμένοντος τοῦ ἐξ ἀρχῆς
10ἀριθμοῦ τοῦ στίχου οἱ ἡμίσεις ἐξελίξαντες τὸν τοῦ βάθους τόπον διπλασιάσωσιν.

29

.

10

ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν εἰς τὰς προούσας τάξεις, τοὺς ἐπεντεταγμένους ἀνακαλεσόμεθα εἰς τοὺς ἰδίους
5λόχους.

30

.

1

Πλαγία δέ ἐστι φάλαγξ, ἥτις ἔχει τὸ μῆκος τοῦ βά‐
θους πολλαπλάσιον·406
5ὀρθία δέ, ὅταν ἐπὶ κέ‐ ρας πορεύηται πολλα‐ πλάσιον ἔχουσα τὸ βά‐ θος τοῦ μήκους.

30

.

2

καθ’ ὅλου δὲ παράμη‐ κες μὲν λέγεται πᾶν τά‐ γμα, ὃ ἂν τὸ μῆκος ἔχῃ πλεῖον τοῦ βάθους, ὄρ‐
5θιον δέ, ὃ ἂν τὸ βάθος τοῦ μήκους· ὡσαύτως δὲ καὶ φάλαγξ·

30

.

3

λοξὴ δὲ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότε‐ ρον ἂν προῄρηται, πλησίον τῶν πολεμίων ἔχουσα καὶ
5ἐν αὐτῷ τὸν ἀγῶνα ποι‐ ουμένη, τὸ δὲ ἕτερον ἐν ἀποστάσει δι’ ὑποστολῆς ἔχουσα.

31

.

1

Παρεμ‐ βολὴ δέ ἐστιν, ὅταν προ‐ τεταγμένων τινῶν εἰς τὰ μεταξὺ διαστήματα
5ἐκ τῶν ἐπιτεταγμένων καθιστῶνται αὐτοῖς ἐπ’
εὐθείας.408

31

.

2

πρόσταξις δέ ἐστιν, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ τοῦ ἑνὸς προστεθῇ
5τι μέρος κατὰ κέρας πρὸς τὴν αὐτὴν τῇ φάλαγγι ἐπιφάνειαν.

31

.

3

ἔνταξις δέ ἐστιν, ἐάν τις προαιρῆται τοὺς ψιλοὺς εἰς τὰ διαστή‐ ματα τῆς φάλαγγος ἐν‐
5τάσσειν, ἄνδρα παρ’ ἄν‐ δρα.

31

.

4

ὑπόταξις δέ ἐστιν, ἐάν τις τοὺς ψιλοὺς
ὑπὸ τὰ κέρατα τῆς φά‐ λαγγος ὑποτάσσῃ ἐπι‐410
5καμπίου τάξιν ἔχοντας, ὥστε τὸ ὅλον σχῆμα τριπυ‐ λοειδὲς εἶναι.

32

.

1

Ἑπόμενον ἂν εἴη δηλῶσαι, πῶς τὰ συντά‐ γματα δεῖ ἐπιστρέφειν, καὶ πῶς ἀποκαθιστάναι εἰς τὴν
5προϋπάρχουσαν τάξιν.

32

.

2

ἐπὶ δόρυ μὲν οὖν ὅταν ἐπιστρέφειν τὰ συντάγματα ἐθίζειν βουλώμεθα, παραγγέλ‐ λεται τὸν ἐπὶ τοῦ δεξιοῦ λό‐
5χον ἡσυχίαν ἔχειν, ἕκαστον δὲ τῶν ἐν τοῖς λοιποῖς ἐπὶ δόρυ κλῖναι, προσάγειν τε ἐπὶ τὸ δεξιόν, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, εἶτα προσάγειν τὰ
10ὀπίσω ζυγά, καὶ ταύτης γενο‐ μένης τῆς πυκνώσεως ἐπὶ δόρυ ἐπιστρέφειν.

32

.

3

ὅταν δὲ τοῦτο γένηται καὶ
ἀποκαταστῆσαι πάλιν τὸ σύν‐ ταγμα ἐπὶ τὴν ἐξ ἀρχῆς τάξιν βουλώμεθα, ταῦτα παραγγέλ‐412
5λεται· ἐπ’ ἀσπίδα μεταβάλ‐ λεσθαι, τοῦτ’ ἔστιν ἐπὶ τὸν ἐναντίον τόπον ἕκαστον νεύειν, εἶτα ἀναστρέφειν ὅλον τὸ σύν‐ ταγμα, τοῦτ’ ἔστιν ὥσπερ
10πυκνωθὲν ἐπεστράφη καὶ εἰς τὰ δεξιὰ μέρη ἔνευσεν, οὕτως ὅλον μετατεθῆναι ἐπὶ τὸν τό‐ πον, ἀφ’ οὗ τὴν ἐπιστροφὴν ἐποιήσατο· εἶτα οἱ λοχαγοὶ
15ἠρεμείτωσαν, οἱ δὲ λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν· εἶτα μεταβαλλέσθωσαν, ὥστε νεύειν ἐφ’ ἃ ἐξ ἀρχῆς ἔνευον· εἶτα ἑκάστου συντάγματος ὁ ἐπὶ
20τοῦ δεξιοῦ λόχος ἠρεμείτω— οὗτος γὰρ ἤδη τὴν ἰδίαν ἔχει τάξιν—, οἱ δὲ λοιποὶ πάντες
ἐπ’ ἀσπίδα κλινέτωσαν καὶ προάγοντες ἀποκαθιστάσθω‐414
25σαν ἄνω, καὶ τὴν τάξιν, ἣν προεῖχεν, ἕκαστος ἀπείληφεν.

32

.

4

ἐὰν δὲ ἐπ’ ἀσπίδα βουλώ‐ μεθα ἐπιστρέφειν τὰ συντά‐ γματα, παραγγέλλομεν ἑκά‐ στου συντάγματος τὸν ἐπὶ
5τοῦ εὐωνύμου λόχον ἠρεμεῖν, τῶν λοιπῶν δ’ ἕκαστον ἐπ’ ἀσπίδα κλῖναι καὶ προσάγειν ἐπὶ τὸ εὐώνυμον, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, εἶτα προσ‐
10άγειν τὰ ὀπίσω ζυγά, εἶτα ἐπ’ ἀσπίδα ἐπιστρέφειν· καὶ γέγονε τὸ παραγγελθέν.

32

.

5

ἀποκαταστῆσαι δὲ ἐὰν βου‐ λώμεθα, τὰ ὅμοια ποιήσομεν, ἢ ὅτε ἐπὶ δόρυ ἐπιστρέψαντες καθιστάνομεν· πάλιν γὰρ ἕκα‐
5στος μεταβαλλέσθω ἐπὶ δόρυ, εἶτα τὸ σύνταγμα ἀναστρεψά‐ τω, εἶτα οἱ λοχαγοὶ ἠρεμεί‐
τωσαν, οἱ δὲ λοιποὶ κατὰ ζυ‐ γὰ προαγέτωσαν, εἶτα μετα‐416
10βαλλέσθωσαν, εἶτα ὁ ἐπὶ τοῦ εὐωνύμου λόχος ἡσυχίαν ἐχέτω—ἤδη γὰρ ἕκαστος αὐτῶν εἰς ἣν προεῖχε τάξιν ἀποκατέστη—, ὁ λοιπὸς ἐπὶ
15δόρυ κλίνας προαγέτω, ἕως ἀποκαταστήσῃ εἰς τὰ ἴδια διαστήματα· εἶτα εἰς ὀρθὸν ἀποδότω, καὶ πάντες ἕξουσι τὴν ἐξ ἀρχῆς τάξιν.

32

.

6

ἐὰν δὲ ἐπὶ δόρυ περισπᾶν βουλώμεθα τὰ συντάγματα, δύο ποιήσομεν τοῦ συντάγμα‐ τος ἐπὶ τὸ αὐτὸ ἐπιστροφάς,
5καὶ συμβήσεται τοὺς λοχαγοὺς ἀπὸ τῆς εἰς τὸ ἔμπροσθεν νεύσεως εἰς τὸ ὄπισθεν ἐν τῇ μεταβάσει τῶν συνταγμάτων νεύειν.

32

.

7

ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν τὰ συντάγματα, παραγγελοῦμεν ἔτι ἐπὶ δόρυ περισπᾶν τὸ σύνταγμα, τοῦτ’
5ἔστιν, ἄλλας δύο ἐπιστροφὰς δώσομεν ἐπὶ τὰ αὐτὰ μέρη
τῷ συντάγματι, καὶ οὕτω συμ‐ βήσεται τοὺς λοχαγοὺς ἔχειν νεύοντας ἐφ’ ἃ ἐξ ἀρχῆς ἔνευον,418
10πρὶν ὅλως περισπασμὸς γένη‐ ται· τούτων δὲ γενομένων παραγγελοῦμεν τοὺς λοχαγοὺς ἠρεμεῖν, τοὺς δὲ λοιποὺς με‐ ταβαλλομένους ἀνιέναι τὰ ὀπί‐
15σω ζυγά, εἶτα πάλιν μετα‐ βάλλεσθαι, καὶ ἑκάστου συν‐ τάγματος τὸν ἐπὶ τοῦ δεξιοῦ λόχον ἠρεμεῖν—ἕξει γὰρ τὴν ἐξ ἀρχῆς ἀποκατάστασιν
20—, τοὺς δὲ λοιποὺς ἐπ’ ἀσπί‐ δα κλίναντας προάγειν καὶ ἀποκαθιστάναι εἰς τὸ ἐξ ἀρ‐ χῆς διάστημα, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, καὶ οὕτως ἔσται
25εἰς τὴν ἐξ ἀρχῆς ἀποκατάστα‐ σιν τὰ συντάγματα καθεστῶτα.

32

.

8

ἐὰν δὲ ἐπ’ ἀσπίδα βουλη‐ θῶμεν περισπᾶν τὰ συντά‐ γματα, τοῖς ἐναντίοις παραγ‐
γέλμασι χρησόμεθα, τοῦτ’ ἔστιν420
5ἀντὶ τοῦ ἐπὶ δόρυ δὶς ἐπιστρέ‐ φειν ἐπ’ ἀσπίδα, [ὅταν δὲ ὁ] περισπασμὸς γένηται, ἔτι δεῖ ἐπ’ ἀσπίδα περισπάσαντας ταῖς ὁμοίαις ἀγωγαῖς χρήσα‐
10σθαι.

32

.

9

ἔστι δέ τις καὶ ἐκπερισπα‐ σμός, ὅταν τὸ σύνταγμα τρὶς ἐπὶ τὸ αὐτὸ μέρος ἐπιστρέψῃ τις, τοῦτ’ ἔστιν ἐπὶ δόρυ ἢ
5ἐπ’ ἀσπίδα. ποιεῖ δὲ ὁ πε‐ ρισπασμὸς τὴν ὄψιν τῶν ὁπλι‐ τῶν ἀπὸ τῶν ἔμπροσθεν νεύ‐ ειν κατόπιν, ὁ δὲ ἐπὶ δόρυ ἐκπερισπασμὸς ἀπὸ τῶν ἔμ‐
10προσθεν ἐπὶ τὰ εὐώνυμα μέρη, ὁ δὲ ἐπ’ ἀσπίδα ἐκπερισπα‐ σμὸς ἀπὸ τῶν ἔμπροσθεν ἐπὶ
τὰ δεξιὰ νεύειν.422

33

.

1

Ἐὰν δὲ ἐπὶ τὸ δεξιὸν κέρας τὴν φάλαγγα βουλώμεθα πυκνῶσαι, παραγ‐ γελοῦμεν τὸν ἐπὶ τοῦ δεξιοῦ
5κέρατος λόχον ἠρεμεῖν, τοὺς δὲ λοιποὺς ἐπὶ δόρυ κλίναντας προσάγειν ἐπὶ τὸ δεξιόν, εἶτα εἰς ὀρθὸν ἀποδοῦναι, καὶ προσ‐ άγειν τὰ ὀπίσω ζυγά.

33

.

2

ἀποκαταστῆσαι δὲ ὅταν βουληθῶμεν, παραγγελοῦμεν τοὺς λοχαγοὺς ἡσυχίαν ἔχειν, τοὺς δὲ λοιποὺς μεταβαλλομέ‐
5νους ἀνιέναι τὰ ὀπίσω ζυγά, εἶτα πάλιν μεταβάλλεσθαι, εἶτα τὸν ἐπὶ τοῦ δεξιοῦ κέ‐ ρατος λόχον ἡσυχίαν ἄγειν— ἤδη γὰρ εἰς τὰ ἴδια ἀποκατέ‐
10στη—, οἱ δὲ λοιποὶ ἐπ’ ἀσπίδα κλίναντες ἀκολουθεί‐ τωσαν τοῖς ἡγουμένοις καὶ τὰ ἐξ ἀρχῆς διαστήματα συντη‐ ρήσαντες εἰς ὀρθὸν ἀποδότω‐
15σαν.

33

.

3

ἐὰν δὲ ἐπὶ τὸ εὐώνυμον
κέρας βουληθῶμεν πυκνῶσαι τὴν φάλαγγα, τοῖς ἐναντίοις παραγγέλμασι χρησόμεθα.424

33

.

4

ἐὰν δὲ ἐπὶ μέσην τὴν φά‐ λαγγα πυκνῶσαι βουληθῶμεν, παραγγελοῦμεν τὴν δεξιὰν δι‐ φαλαγγίαν ἐπ’ ἀσπίδα κλίνειν,
5τὴν δὲ εὐώνυμον ἐπὶ δόρυ· εἶτα προσαγέτωσαν ἐπὶ μέσην τὴν φάλαγγα, εἶτα πάντες εἰς ὀρθὸν ἀποδότωσαν, καὶ προσ‐ αγέτωσαν τὰ ὀπίσω ζυγά.

33

.

5

ἀποκαταστῆσαι δὲ ὅταν βουλώμεθα τὴν φάλαγγα εἰς τὴν ἐξ ἀρχῆς τάξιν, παραγγε‐ λοῦμεν μεταβάλλεσθαι καὶ
5προάγειν κατὰ ζυγὰ χωρὶς τοῦ πρώτου ζυγοῦ, εἶτα πά‐ λιν πάντας μεταβάλλεσθαι, καὶ τὴν μὲν δεξιὰν διφαλαγ‐ γίαν ἐπὶ δόρυ κλῖναι, τὴν δὲ
10εὐώνυμον ἐπ’ ἀσπίδα, εἶτα ἀκολουθεῖν τοῖς ἡγουμένοις, μέχρις ἂν εἰς τὰ ἐξ ἀρχῆς ἔλθωσι διαστήματα, εἶτα εἰς
ὀρθὸν ἀποδοῦναι.426

33

.

6

ἐπὶ πασῶν μέντοι τῶν με‐ ταβολῶν, ὅταν ἐκ πυκνώσεως γίνωνται, δεῖ ἄνω τὰ δόρατα ἔχειν πρὸς τὸ μὴ στραφέντος
5τοῦ ὁπλίτου ἐμποδὼν αὐτὰ γίνεσθαι. Ταῖς δ’ αὐταῖς ἀγωγαῖς παιδεύσομεν καὶ τοὺς ψιλούς.

34

.

1

Αὗται μέντοι αἱ παραγγελίαι τῶν μεταβο‐ λῶν καὶ ἐπιστροφῶν καὶ πε‐ ρισπασμῶν καὶ ἐκπερισπασμῶν
5καὶ ἀποκαταστάσεων χρειώδεις εἰσὶ πρὸς τὰς αἰφνιδίους τῶν πολεμίων ἐπιφανείας, ἐκ δε‐ ξιῶν τῆς πορείας τῶν πολε‐ μίων ἐπιφανέντων ἢ ἐξ εὐω‐
10νύμων ἢ ἔμπροσθεν ἢ ὄπι‐ σθεν, ὁμοίως δὲ καὶ τῶν ἐξε‐ λιγμῶν.

34

.

2

τὸν μὲν οὖν Μακεδονικὸν ἐξελιγμόν φασι Μακεδόνας εὑρεῖν, Λακεδαιμονίους δὲ τὸν Λακωνικόν, καὶ διὰ τοῦτο τῶν
5ὀνομασιῶν τῶν εἰρημένων ἕκα‐
στον αὐτῶν τυχεῖν.428

34

.

3

ἱστορεῖται μέντοι Φίλιπ‐ πον τὸν αὐξήσαντα τῶν Μα‐ κεδόνων τὴν ἀρχὴν καὶ τοὺς Ἕλληνας μάχῃ νικήσαντα περὶ
5Χαιρώνειαν καὶ τὴν ἡγεμονίαν τῆς Ἑλλάδος λαβόντα, Ἀλέξαν‐ δρόν τε τὸν υἱὸν αὐτοῦ τῆς Ἀσίας ὀλίγῳ χρόνῳ κρατήσαν‐ τα τὸν μὲν Μακεδονικὸν ἐξε‐
10λιγμὸν ὑπεριδεῖν, εἰ μή που ἡ χρεία καὶ τοῦτον προσεβι‐ άσατο, τῷ δὲ Λακωνικῷ χρη‐ σαμένους ἀμφοτέρους τῶν πο‐ λεμίων κατακρατῆσαι.

34

.

4

ὁ μὲν γὰρ Μακεδονικὸς ἐξελιγμὸς προσπιπτόντων τῶν πολεμίων ἐξαίφνης ἐκ τῶν ὄπισθεν ἐμποιεῖ πολλὴν τα‐
5ραχήν· τῶν γὰρ ἀπὸ τοῦ οὐ‐ ραγοῦ εἰς τὸν ὀπίσω τοῦ λο‐ χαγοῦ τόπον ἐκπεριπορευομέ‐ νων καὶ φυγῇ παραπλήσιόν τι ποιούντων θαρραλεωτέρους μὲν
10ποιεῖ τοὺς πολεμίους, κατά‐ πληξιν δὲ καὶ διωγμὸν τοῖς οὕτως ἐξελίξασι παρὰ τῶν πολεμίων ἀκολουθεῖν.

34

.

5

ὁ δὲ Λακωνικὸς τὸ ἐναν‐
τίον τούτῳ παρέχει· ὄπισθεν γὰρ ἐπιφαινομένων τῶν πολε‐ μίων καὶ τῶν ἡγεμόνων σὺν430
5τοῖς ἐπακολουθοῦσιν ἐφορμών‐ των καὶ ὑπαντώντων τοῖς πο‐ λεμίοις ἰσχυρὰ τοῖς πολεμίοις γίνεται δειλία.

35

.

1

Δεῖ δὲ ἐθί‐ ζειν τὰς δυνάμεις τὰς πε‐ ζὰς καὶ τὰς ἱππικὰς * * * τὰ μὲν φωνῇ, τὰ δὲ διὰ
5σημείων ὁρατῶν, ἵνα πρὸς ἑκάστην ἐπιτηδειότητα τὸ προσῆκον γένηται· ἔνια δὲ καὶ διὰ τῆς σάλπιγγος παραγγέλλεσθαι προσήκει
10οὕτως γὰρ πᾶσα περίστασις ἐξυπηρετηθήσεται.

35

.

2

σαφέστερα μὲν οὖν ἐστι τὰ διὰ τῆς φωνῆς μη‐ νυόμενα, ἄν γε μηδὲν ἐμ‐ πόδιον ἀντιστῇ, ἀθορυβώ‐
5τερα δὲ τὰ διὰ τῶν σημείων, ὅταν μηδὲ τούτοις τυγχάνῃ τι τὸ ἐπισκοτοῦν.

35

.

3

τά τε γὰρ διὰ τῆς φω‐
νῆς ἐνίοτε δυσεξάκουστα γίνεται καὶ διὰ ψόφον ὅπλων καὶ δυνάμεως432
5ἱππικῆς παριππασίαν καὶ χρεμετισμὸν ἵππων καὶ θόρυβον σκευοφόρων καὶ τοῦ πλήθους παντὸς ἦχον,

35

.

4

καὶ τὰ διὰ τῶν σημείων δὲ ἄπορα πολλαχῇ γίνε‐ ται διά τε παχύτητα ἀέρος καὶ κονιορτοῦ καὶ ὕδατα
5καὶ νιφετοὺς καὶ ἡλίου
ἀνταύγειαν, ἔτι δὲ τόπους ἀνωμάλους καὶ καταδέν‐ δρους καὶ καμπὰς ἔχοντας.434

35

.

6

ἐνίοτε δὲ οὐκ ἔστιν εὔπο‐ ρον πρὸς πᾶσαν χρείαν εὑρέ‐ σθαι σημεῖα τῶν καιρῶν καινὰ πολλάκις εὑρισκόντων, οἷς τις
5οὐ προσείθισται· οὐ μέντοι ἅμα πάντα συμπεσεῖν δύνα‐ ται, ὥστε ἄδηλον εἶναι ἢ φωνῆς ἢ σημείων τὸ παράγ‐
γελμα.436

36

.

1

Περὶ δὲ πο‐ ρειῶν μέλλοντες λέγειν το‐ σοῦτον προεροῦμεν, ὅτι ἡ μέν τις ἐν ταῖς πορεί‐
5αις ἐπαγωγὴ λέγεται, ἡ δὲ παραγωγή.

36

.

2

καὶ ἐπαγωγὴ μὲν λέ‐ γεται, ὅτ’ ἂν τάγμα τά‐ γματι ὑποτάσσηται, οἷον τετραρχίας ἡγουμένης
5αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ὑποτάσσωνται ἢ ξεναγίας ἡγουμένης αἱ
λοιπαὶ ξεναγίαι ἐπακο‐ λουθῶσι, καὶ καθ’ ὅλου, ὅτ’438
10ἂν σύνταγμα συντάγματι ἕπηται, ὥστε τοῖς τοῦ προηγουμένου συντά‐ γματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος
15ἡγεμόνας συνάπτειν.

36

.

3

ἡ δὲ παραγωγή ἐστιν, ὅτ’ ἂν ἡ φάλαγξ πο‐ ρεύηται τοὺς ἡγεμόνας ἐκ τῶν εὐωνύμων ἔχουσα
5ἢ ἐκ τῶν δεξιῶν· κἂν μὲν ἐκ τῶν εὐωνύμων μερῶν ἔχῃ τοὺς ἡγεμόνας, εὐώνυμος παραγωγὴ καλεῖται, ἐὰν δὲ ἐκ τῶν
10δεξιῶν, δεξιὰ παραγωγή.

36

.

4

Ἐάν τε δὲ ἡ πορεία ἐν
ἐπαγωγῇ γίνηται, ἐάν τε ἐν παραγωγῇ, ἐν μο‐ νοπλεύρῳ ἢ διπλεύρῳ440
5ἢ τριπλεύρῳ ἢ τετρα‐ πλεύρῳ τάγματι βα‐ διεῖ·

36

.

5

μονοπλεύρῳ μέν, ὅτ’ ἂν ἕνα φοβῇ, διπλεύρῳ δέ, ὅτ’ ἂν δύο, τρι‐ πλεύρῳ δέ, ὅτ’ ἂν τρεῖς,
5τετραπλεύρῳ δέ, ὅτ’ ἂν πάντοθεν οἱ πολέμιοι ἐπιτίθεσθαι μέλλωσιν.

36

.

6

γίνονται δ’ αἱ πορεῖαι ποτὲ μὲν μονοφαλαγ‐
γίᾳ, ποτὲ δὲ διφαλαγ‐ γίᾳ, ποτὲ δὲ τριφαλαγ‐442
5γίᾳ ἢ τετραφαλαγγίᾳ.

36

.

7

ἀκόλουθόν ἐστιν εἰπεῖν καὶ περὶ φάλαγγος πῶς λέγεται ἀμφίστομος, καὶ ἐν πορείαις πῶς λέγεται διφαλαγγία ἀμ‐
5φίστομος καὶ ἀντίστομος καὶ ἑτερόστομος καὶ ὁμοιόστομος.

37

.

1

Ἀμφίστο‐ μος μὲν οὖν φάλαγξ κα‐ λεῖται ἡ τοὺς ἡμίσεις τῶν ἐν τοῖς λόχοις ἀν‐
5δρῶν ἔχουσα ἀντινώ‐ τους ἑαυτοῖς τεταγμένους.

37

.

2

διφαλαγγία δ’ ἀμ‐ φίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας
ἔχει ἐξ ἑκατέρων τῶν444
5μερῶν ἐν παραγωγαῖς τεταγμένους, οὓς μὲν ἐν δεξιᾷ παραγωγῇ, οὓς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἔσω τετα‐
10γμένους.

37

.

3

ἡ δὲ ἀντίστομος δι‐ φαλαγγία τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς δὲ
5οὐραγοὺς ἔξω ἔχουσα ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους.

37

.

4

ἑτερόστομος δὲ φά‐ λαγξ καλεῖται, ἥτις, ἂν πο‐ ρεύηται, τὸ μὲν ἡγούμε‐ νον ἥμισυ ἔχουσα ἐν
5εὐωνύμῳ παραγωγῇ, τοῦτ’ ἔστι τοὺς ἡγεμό‐ νας ἐξ εὐωνύμων, τοῦ δὲ λοιποῦ ἡμίσους τῆς φάλαγγος τοὺς ἡγεμό‐
10νας ἐκ τοῦ ἑτέρου μέρους, ὅπερ ἐστὶν ἐν δεξιᾷ πα‐
ραγωγῇ.446

37

.

5

ἡ δὲ ὁμοιόστομος ἐν τῇ πορείᾳ διφαλαγγία, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας φάλαγγος ἐκ
5τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, οἷον ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων ἑκατέρας φάλαγγος.

37

.

6

εἰ δὲ ἀμφίστομος δι‐ φαλαγγία τὰ μὲν ἡγού‐ μενα πέρατα ἀλλήλοις συνάψῃ, τὰ δὲ ἑπόμενα
5διαστήσῃ, τὸ τοιοῦτον καλεῖται ἔμβολον· οἱ γὰρ ἡγεμόνες προεμπίπτοντες ἐκδέχονται τοὺς πολεμίους.

37

.

7

εἰ δὲ ἀντίστομος δι‐ φαλαγγία τὰ μὲν ἑπό‐ μενα συνάψῃ, τὰ δὲ
ἡγούμενα διαστήσῃ,448
5τὸ τοιοῦτον κοιλέμβο‐ λον καλεῖται, καὶ ὁμοίως οἱ ἡγεμόνες προεμπίπτοντες ἐκδέχονται τοὺς πολεμίους.

37

.

8

πλαίσιον δὲ λέγεται, ἐὰν πρὸς πάσας τὰς ἐπιφανείας πᾶς ὁπλίτης πα‐ ρατάσσηται ἐν ἑτερομή‐
5κει σχήματι·

37

.

9

πλινθίον δέ, ἐὰν ἴσαις ταῖς φάλαγξι πρὸς πάσας ἅμα τὰς ἐπιφανείας παρα‐ τάσσηταί τις ἐν τετρα‐
5γώνῳ σχήματι.

38

.

1

Ὑ‐ περφαλάγγησις δέ ἐστιν, ὅτ’ ἂν ἐξ ἑκατέρων τῶν κεράτων τῆς φάλαγγος
5ὑπερέχωμεν τῶν πολε‐ μίων· ὑπερκέρασις δέ,
ὅτ’ ἂν καθ’ ἓν κέρας ὑπερέχωμεν τῶν πολεμί‐ ων, ὥστε ὁ μὲν ὑπερφαλαγ‐450
10γῶν καὶ ὑπερκεράσει, ὁ δὲ ὑπερκερῶν οὐχ ὑπερφαλαγ‐ γήσει·

38

.

2

δυνατὸν γάρ ἐστιν καὶ ἐλάσσονα δύναμιν ἔχοντα ὑπερκεράσαι τοὺς πολεμίους.

38

.

3

Λεπτυσμὸς δέ ἐστιν, ὅτ’ ἂν τὸ βάθος τῆς φάλαγγος συναιρῆται καὶ ἀντὶ δεκαὲξ ἀνδρῶν ἐλάσσονες γίνωνται.

39

.

1

Ἡ δὲ τῶν σκευοφόρων ἀγωγὴ
ἀναγκαιοτάτη ἐν τοῖς μάλι‐ στα καὶ ἡγεμόνος δεομέ‐452
5νη τυγχάνει. τρόποι δέ εἰσι τῆς τῶν σκευοφόρων ἀγωγῆς πέντε· ἢ γὰρ προάγειν αὐτὰ δεῖ τῶν δυνάμεων ἢ ἐπακολουθεῖν ἢ
10ἑκατέρωθεν τῶν πλευρῶν εἶ‐ ναι ἢ πέμπτον ὑπὸ τῶν δυνάμεων περιέχεσθαι.

39

.

2

πρὸ μὲν τῆς φάλαγ‐ γος, ἐὰν ἐκ πολεμίας ἀπίῃς, ἐπὶ δὲ τῇ φάλαγ‐ γι, ἐὰν εἰς πολεμίαν
5ἐμβάλῃς, παρὰ δὲ τὴν φάλαγγα, ἐὰν τὰ πλάγια φοβούμενος πορεύῃ, ἐν δὲ τῇ φάλαγγι, ἐὰν κοῖλον τὸ
τάγμα τυγχάνῃς ἄγων.454

40

.

1

Τελευταῖον δὲ τὰ παραγγέλματα τῆς ἐξοπλισίας ἀποδοῦναι δι’ ὀλί‐ γων, προειπόντας πρῶτον μέν,
5ὅτι δεῖ ταῦτα σύντομα εἶναι, εἶτα μὴ ἔχοντα ἀμ‐ φιβολίαν· κατὰ τάχος γὰρ ὑπακούοντες φυλάσσεσθαι τὰς ἀμφιβολίας ὀφείλουσιν,
10ἵνα μὴ οἱ μὲν τόδε τι ποι‐ ῶσιν, οἱ δὲ τούτῳ τὸ ἐναν‐ τίον·

40

.

2

οἷον, ἐὰν λέγω „κλῖ‐ νον“, δύνανται τοῦ ὀνόμα‐ τος τούτου ἀκούσαντες οἱ μὲν ἐπὶ δόρυ, οἱ δὲ ἐπ’
5ἀσπίδα κλῖναι, καὶ ταρα‐ χὴν οὐκ ὀλίγην τὸ πρᾶγμα παρέξει. ἐπεὶ οὖν γένους τάξιν ἔχει τὸ εἰπεῖν „κλῖ‐
νον“, κελεύσαντα τὸ ἐπὶ δό‐456
10ρυ ἢ ἐπ’ ἀσπίδα δεήσει ἀντὶ τοῦ εἰπεῖν „κλῖνον ἐπὶ δόρυ“ εἰπεῖν „ἐπὶ δόρυ κλῖνον“, τοῦτ’ ἔστι προ‐ τάξαι τὸ εἶδος καὶ ἐπιφέρειν
15τὸ γένος· ὁμοῦ γὰρ πάν‐ τες τὸ αὐτὸ ποιήσουσι.

40

.

3

καὶ ὁμοίως „μεταβα‐ λοῦ“ ἢ „ἐξέλισσε“· πάλιν γὰρ ταῦτα γένους τάξιν ἔχει, διὸ τὰ εἴδη προτά‐
5ξομεν, οἷον „ἐπὶ δόρυ μεταβαλοῦ“ ἢ „ἐπ’ ἀσ‐ πίδα μεταβαλοῦ“.

40

.

4

διόπερ οὕτως παραγγε‐ λοῦμεν „τὸν Λάκωνα ἐξ‐ ελίσσειν“ „τὸν Μακεδό‐ να ἐξελίσσειν“ „τὸν χό‐
5ριον ἐξελίσσειν“· ἐὰν δὲ
εἴπῃς „ἐξέλισσε τὸν Μα‐ κεδόνα“ ἢ „ἐξέλισσε τὸν Λά‐ κωνα“, συμβήσεται, ἐὰν προ‐ τάξῃς τὸν ἐξελιγμόν, ἄλ‐458
10λους ἄλλο τι εἶδος ποιήσειν τοῦ ἐξελιγμοῦ· τούτου δὴ χάριν φυλακτέον τὰς εἰρη‐ μένας ἀμφιβολίας καὶ τὰ εἴδη προτάσσειν τῶν γενῶν.

41

.

1

— — — διὸ δεῖ πρὸ πάντων παραγ‐ γέλλειν σιωπὴν κελεύσαντα προσέχειν τῷ παραγγελλομέ‐
5νῳ, ὅπερ καὶ Ὅμηρος ἐν τοῖς μάλιστα ἐσημειώσατο· ἡγεμόνες δὲ μάλιστα δαήμονες
ἐστιχοώντο νωλεμέως πόλεμόνδε, κέλευσε
10
δὲ οἷσιν ἕκαστος ἡγεμόνων, οἱ δ’ ἄλλοι
ἀκὴν ἔχον (οὐδέ
κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔ‐
460
15
χοντ’ ἐν στήθεσιν
αὐδήν) σιγῇ δειδιότες σημάντο‐
ρος ἀνδρὸς ἐνιπήν. καί·
20οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μένεα πνεί‐
οντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν
ἀλλήλοισιν.

41

.

2

τῶν δὲ βαρβάρων τὴν ἀκοσμίαν ὄρνισιν ἀπεικά‐ ζει εἰπών· τῶν δ’ ὥστ’ ὀρνίθων
5
πετεηνῶν ἔθνεα
πολλά, χηνῶν ἢ γεράνων ἢ κύ‐
κνων δουλιχοδεί‐
ρων,
10Ἀσίῳ ἐν λειμῶνι Καϋστρίου
ἀμφὶ ῥέεθρα ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλ‐
λόμεναι πτερύγεσσιν, κλαγγηδὸν προκαθιζόντων, σμα‐
15
ραγεῖ δέ τε λειμών· ὣς Τρώων ἀλαλητὸς ἀνὰ
στρατὸν εὐρὺν
ὀρώρει, οὐ γὰρ πάντων ἦεν ὁμὸς
462
20θρόος οὐδ’ ἴα γῆ‐ ρυς·

41

.

3

καὶ ἐν ἄλλοις· αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγε‐
μόνεσσιν ἕκαστοι, Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’
5
ἴσαν, ὄρνιθες ὥς· οἳ δ’ ἄρ’ ἴσαν σιγῇ μέ‐
νεα πνείοντες
Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλε‐
10ξέμεν ἀλλήλοισιν.

42

.

1

Ἄγε εἰς τὰ ὅπλα. Παράστητε παρὰ τὰ ὅπλα. Ὁ σκευοφόρος ἀποχωρείτω τῆς φάλαγ‐
5γος. Σίγα καὶ πρόσεχε τῷ παραγγελλομένῳ. Ὑπόλαβε, ἀνάλαβε. Διάστη‐ θι. Ἄνω τὰ δόρατα.
Στοίχει, ζύγει, παρόρα ἐπὶ τὸν464
10ἡγούμενον. Τὸν ἴδιον λόχον ὁ οὐραγὸς ἀπευθυνέτω. Συντήρει τὰ ἐξ ἀρχῆς διαστήματα. Ἐπὶ δόρυ κλῖνον, πρόαγε, ἔχου οὕ‐
15τως, εἰς ὀρθὸν ἀπόδος. Ἐπ’ ἀσπίδα κλῖνον, πρόαγε, ἔχου οὕτως. Ἐπὶ δόρυ μεταβαλοῦ, πρό‐ αγε, ἔχου οὕτως.
20 Ἐπ’ ἀσπίδα μεταβαλοῦ, πρόαγε, ἔχου οὕτως. Τὸ βάθος διπλασί‐ αζε, ἀποκατάστησον. Τὸ μῆκος διπλασίαζε, ἀπο‐
25κατάστησον. Τὸν Λάκω‐ να ἐξέλισσε, ἀποκατά‐ στησον. Τὸν Μακεδόνα ἐξέλισσε, ἀποκατάστησον. Τὸν χόριον ἐξέλισσε, ἀποκα‐
30τάστησον. Ἐπὶ δόρυ ἐπίστρεφε, ἀπο‐ κατάστησον. Ἐπὶ δόρυ πε‐ ρίσπα, ἀποκατάστησον. Ἐπὶ δόρυ ἐκπερίσπα,466
35ἀποκατάστησον. Ἐπ’ ἀσπίδα ἐκπερίσπα, ἀποκα‐ τάστησον.

42

.

2

Αὗταί σοι παρὰ τοῦ τακτι‐ κοῦ καθηγήσεις ἐλέχθησαν, σω‐ τηρίαν τοῖς χρωμένοις αὐταῖς πορίζουσαι καὶ τοῖς ἐναντίοις
5ἧτταν ἐπάγουσαι.468